Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἤκουσεν Δαυεὶδ μετὰ ταῦτα καὶ εἶπεν Ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ.
καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλάσσου μένος ἄρτοις.
Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Ἀβεννὴρ ἀνθ’ ὧν ἐθανάτωσεν τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαὼν ἐν τῷ πολέμῳ.
Καὶ εἶπεν Δαυεὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ Διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐνώπιον Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυεὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.
καὶ θάπτουσιν τὸν Ἀβεννὴρ εἰς Χεβρών· καὶ ἦρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσεν πᾶς ὁλαὸς ἐπὶ Αβεννήρ.
καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ καὶ εἶπεν
καὶ ἦλθεν πᾶς ὁ λαὸς [*](Α 23 στρατία Α 24 εἰσῆλθεν] ἀπῆλθεν Α | ἀπελήλυθεν] ἀπῆλθεν Α 25 om η Α | παρεγενετο] παραγέγονεν Α 27 εἰς] ἔπι Α | ψποαμ Α 28 om ἐγὼ Α 29 γονορυης Α | σκυτάλη Α 30 Αβεσσα] Ασαι Α 31 διαρρήξατε] ξατ sup ras Aa? | σάκκους σακ σους B*)] υ sup ras Aa? | ενωπιον Αβεννηρ] Αβεννηρ· ἔμπροσθεν Α 32 εἰς] ἐν Α 34 πόδες σου οὐκ ἐν πέδαις ou] παῖδες σου οὐ ἐν παῖδες σου (sic) Α | Ναβαλ] Ναφα Α)
καὶ ἔγων πᾶς λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ ἐνώπιον τοῦ λαοῦ.
καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς ἡμέρᾳ ἐκείνη ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ.
Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς αὐτοῦ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ ;
καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενής καὶ ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουίας σκληρότεροί μού εἰσιν· IV