Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τάδε ποιήσαι ὁ θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσεν Κύριος τῷ Δαυείδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ·

ερπιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαοὐλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυεὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηβσάβεε.

καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβόσθε ἀποκριθῆναι τῷ Ἀβεννὴρ [*](A 30 ἀνέστρεφεν] ανεστρεψεν] Α | ὄπισθεν ἄπο] ἄπο ὀπίσω Α | συνήθροισαν Α ἐπεσκόπησαν B 32 ἐροῦσιν Α | om ἐν 2° Α | Βηθλεεμ Α | ὅλην καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ Α 111 2 Αχινααμ Α | Ιζραηλιτιδος Α 3 Αβιγαια Α | Μααχαθ Α | Θολμει Α | Γεσσιρ Α 4 τεταρταῖος Α | Ορνειλ Bedit] Α | Φενγιθ Α | Σαφαθια Α | Αβιταλ Α 5 Ειεθρααμ Α | Αἰγὰς Α 6 του ἀκοῦ Ι°, 2°] om του Α —7 Αβεννηρ...παλλακη sup ras A1?a? (vel forte Iaa) B*] Ιοδ vel forte Ιολ B? Ιολ Α | Μεμφιβοσθε] Ιεβοσθε A1?a? 8 καὶ ἐθυμώθη σφοδρα | Αβεννηρ περι | του λόγου Ιε βοσθε Α? (mg) | σήμερον ἐποίησα ἔλαιος Α | γνωρίμων] pr πέρι (superscr) Bah 9 om ἐν τῆ ταύτῃ Α 10 ἕως] pr καὶ Α 11 ἐδυνάσθη Α | Μεμφιβοσθαι Α)

617
ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.

Καὶ ἀπέστειλεν Ἀβεννὴρ [*](B) ἀγγέλους πρὸς Δαυεὶδ εἰς θαιλὰμ οὗ ἦν παραχρῆμα λέγων διαθήκην σου μετ’ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σο πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ.

καὶ εἶπεν Δαυείδ Ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων οὐκ ὄψει τὸ πρόσωπον μου ἐὰν μὴ ἀγάγῃς τὴν θυγατέρα Σαοὐλ, παραγινομένου ἰδεῖν τὸ πρόσωπον μου.

καὶ Δαυεὶδ πρὸς Μεμφιβόσθε υἱὸν Σαοὺλ ἀγγέλους λέγω μοι τὴν γυναῖκά μου τὴν μελχόλ, ἢν ἔλαβον ἐν ἑκατὸν ἀλλοφύλων ἀλλοφύλων,

καὶ ἀπέστειλεν Μεμφιβόσθε καὶ αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σέλλης.

καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ’ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακεὶ καὶ εἰπεν πρὸς αὐτὸν Ἀβεννήρ Πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψεν. στρεψεν.

Καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ λέγων Ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυεὶδ βασιλεύειν ἐφ’ ὑμῶν.

καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησεν περὶ Δαυεὶδ λέγων Ἐν τοῦ δούλου μου Δαυεὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πόντων τῶν ἐχθρῶν αὐτῶν.

καὶ ἐλάλησεν Ἀβεννὴρ τοῖς ὠσὶν Βενιαμείν, καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυεὶδ εἰς Χεβρὼν πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ι καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου Βενιαμείν.

καὶ ἦλθεν πρὸς Δαυεὶδ εἰς Χεβρὼν καὶ μετ’ αὐτοῦ εἴκοσι ἄνδρες· καὶ Δαυεὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ πότον.

καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυείδ Ἀναστήσομαι δὴ καὶ πορεύσομαι, καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραήλ, καὶ διαθήσομαι μετ’ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλεν Δαυεὶδ τὸν Ἀβεννήρ, καὶ ἐπορεύθησαν ἐν εἰρήνῃ.

καὶ ἰδοὺ οἱ παῖδες Δαυεὶδ καὶ Ἰωὰβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας, σκῦλα πολλὰ ἔφεραν μετ’ αὐτῶν· καὶ Αβεννὴρ οὐκ ἦν μετὰ Δαυεὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.

καὶ [*](12 θαιλαμουην Bb θηλαμου γῆν Α | σου Ι°] σὺ Α | μετ’ ἐσοῦ (sic) B* μέτα σου Bc) | ἐπίστρεψαι] pr του Α | πρὸς 2°] ἔπι Α 13 ἔνα] post seq ras I lit ι ut vid) in Α | ὄψη Α | παραγινομένου παράγειν. B πάρα sup ras A1)] + σου Α 14 ἐξαπέστειλεν] ἀπέστειλεν Α | αγγ. πρὸς Μεμφιβοσθαι υἱὸν Σ. Α | ἢν ελαβον...αλλοφυλων sup ras Α1 | ἔλαβον] + ἐμαυτῶ A1 | ἀλλόφυλον Bedit 15 Μεμφιβοσθαι Α I Σελλης] Λαεις A 16 εποπευετο ε sup ras 3 litt A1)] + σὺν ἀυτὴ Α | Βαρακει] Βαουρειμ Α 18 Δαδ του δούλου μου Α 19 ἐν τοῖς ωσιν] pr καὶ γε Α | του Δ.] om του Α 21 κύριον] pr ’τον (superscr) Aa? | πάντα] pr ’τον Α 22 παρεγίνοντο γεινοντο B*)] παρεγένοντο Bb? | ἔφερον Α | εἰς] ἐν Α)

618
[*](B) Ἰωὰβ καὶ πᾶσα ἡ στρατεία αὐτοῦ ἤχθησαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ λέγοντες Ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυείδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.

καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπεν Τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σέ, καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ ;

ἢ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς;

καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυεὶδ καὶ ἀπέστειλεν ς ὀπίσω Ἀβεννήρ, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ· καὶ Δαυεὶδ οὐκ ᾔδει.

καὶ ἐπέστρεψεν τὸν Ἀβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτόν, ἐνεδρεύων· καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἴματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.

καὶ ἤκουσεν Δαυεὶδ μετὰ ταῦτα καὶ εἶπεν Ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ.