Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ εἶπεν ἦρ Ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἡ εἰς τὰ ἀριστερά, κοὶ κατάσχε ἱν τῶν παιδαρίων καὶ λάβε σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλίναι ἐκ τῶν ὄπισθεν αὐτοῦ.
καὶ πατάξω σε εἰς τὴν γῆν· καὶ πὼς ῥὼ τὸ πρόσωπόν μου πρὸς
καὶ ποῦ ἐστιν ταῦτα ; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ· καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανεν, καὶ ὑφίστατο.
καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ Αβεννήρ, καὶ ὁ ἥλιος ἔδυνεν· καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαῖ, ὁδὸν ἔρημον Γαβαών.
καὶ συναθροίζονται υἱοὶ Βενιαμεὶν οἱ ὀπίσω Ἀβεννήρ, καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός.
καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπεν Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία ; ἢ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα ; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν ;
καὶ εἶπεν Ἰωάβ νῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ.
καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραήλ, καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν.
καὶ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν, καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.
καὶ Ἰωὰβ [*](17 παιδων] pr τῶν Α 18 Σαρουιας Α | Αβεσσα] Αβισαι Α | om καὶ Ασαηλ Α Ι° Α | ὤσει] ὡς η Α 19 δεξιὰ] pr τὰ Α | ἀριστερὰ] pr τὰ Α 20 om εἰ 2° ειπεν 2°] + ἀυτῶ Α 21 τὰ δεξιὰ] om τὰ Α | sup ras A a? | κατάσχε] α sup ras Β? | σαυτῶ] σεαυτῷ Α | Ασαηλ εκκλεινεν (sic) ἐκ τ sup ras 23 ἐπίστρεφε] σποστρ. Α | ψοιαν Α | διεξῆλθεν] ἐξῆλθεν Α | υφειστατο 24 Αβεσσα] Αβισαι Α | Αμμα Α Ο συν αντησιν B*a συ ναντησιν Bb 26 η ρομφ.] om η Α | οιδες Α | ἀναστρέφειν] επιστρ. Α 27 πρωίθεν] (sic) Α 29 νυκταν Α | διέβαινον Α | τὴν παρεμβ.] om τὴν Α)
καὶ καὶ οἱ παῖδες Δαυεὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμεὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ’ αὐτοῦ.
καὶ αἴρουσιν τὸν Ασαὴλ κ·αὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλέεμ· καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών. Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ III
IIIἀνὰ μέσον τοῦ οἴκου Δαυείδ· καὶ ὁ οἶκος Δαυεὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.
Καὶ ἐτέχθησαν τῷ Δαυεὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχεινόομ τῆς Ἰσραηλίτισος,
καὶ ὁ δεύτερος αὐτοῦ Δαλουιὰ τῆς Ἀβειγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θομμεὶ βασιλέως Γεσείρ,
καὶ ὁ τέταρτος Ὀρνεὶλ υὑὸς Φεγγείθ, καὶ ὁ πέμπτος Σαβατειὰ τῆς Ἀβειτάλ,
καὶ ὁ ἕκτος Ἰεθεραάμ τῆς Αἰγὰλ γυναικὸς Δαυείδ· οὗτοι ἐτέχθησαν τῷ Δαυεὶδ ἐν Χεβρών.
Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυείδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ.
καὶ τῷ Σαοὺλ παλλακὴ Ῥεσφὰ θυγάτηρ Ἰάλ· καὶ εἶπεν Μεμφιβόσθε υἱὸς Σαοὺλ πρὸς Ἀβεννήρ Τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;
καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου Μεμφιβόσθε καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτόν Μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ; ἐποίησα ἕλεος σήμερον μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου κοὶ περὶ ἀδελφῶν καὶ γνωρίμων, καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυείδ · καὶ ἐπιζητεῖς ἐπ’ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον ;