Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὃτι ἐν σοὶ δραμοῦμαι μονόζωνος, [*](17 ελαβεν] ανελαβεν Α 18 ερρυσατο Βa? bA| ισχυος] ισχυρος Α Α 23 απστην] απεστησαν Α |απ αυτων] pr απ αυτου ουκ απεστην Β 25 ενωπιον] εναντιον Α 27 στρεβλωθηση] διαστρεψεις Α 29 Κυριος]+μου Α)

662
[*](B) καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι πεῖχος.

ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ῥῆμα Κυρίου κραταιόν, πεπυρωμένον· ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ’ αὐτῷ.

τίς ἰσχυρὸς πλὴν κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν;

ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου·

τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με·

διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.

καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με.

εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.

διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτούς, καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς·

καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται, καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.

καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον· κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου.