Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

προέφθαςάν με ἡμέραι θλίψεώς μου, καὶ ἐγένετο Κύραι ἐπιστήριγμά μου·

καὶ ἐξήγαγέν με εἰς πλατυσμόν, καὶ ἐξείλατό με, ὃτι εὐδόκησεν ἐν ἐμοί.

καὶ ἀνταπέδωκέν μοι Κύιος κατὰ τὴν δικαιοςύνην μου, κατὰ τὴν καθαριότητα τῶν χειῶν μου ἀνταπέδωκέν μοι.

ὃτι ἐφύλαφα ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου·

ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ᾿ αὐτῶν.

καὶ ἒσομαι ἂμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου·

καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοςύνην μου καὶ κατὰ τὴν καθριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.

μετὰ ὁσίου ὁσιωξήσῃ, καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ·

καὶ μετὰ ἐλεκτοῦ ἐκλεκτὸς ἒσῃ, καὶ μετὰ στρεωλοῦ στρεβλωθήσῃ.

καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις, καὶ ὀφθαλμοῦς ἐπὶ μετεώρων ταπεινώσεις.

ὃτι σὺ ὁ λύχνος μου, Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου.