Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδεῖτιν καὶ ἐπὶ τὸν Θασειρεὶ καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἐφράιμ καὶ ἐπὶ τὸν Βενιαμεὶν καὶ ἐπὶ πάντα Ἰσραήλ.

τεσσεράκοντα ἐτῶν Ἰεβόσθε [*](¶ B) υἱὸς Σαοὺλ ὅτε ἐβασίλευσεν ¶ ἐπὶ τὸν Ἰσραήλ, καὶ δύο ἣ ἐβασίλευσεν, πλὴν τοῦ οἴκου Ἰούδα οἳ ἦσαν ὀπίσω Δαυείδ.

καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυεὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας.

Καὶ ἐξῆλθεν Ἀβενὴρ υἱὺς Νὴρ καὶ οἱ παῖδες Ἰεβόσθαι υἱοῦ Σαοὺλ ἐκ Μανάειμ εἰς Γαβαώ·

καὶ Ἰωὰβ υἱὸς Σαρουιὰ καὶ οἱ παῖδες Δαυεὶδ ἐξῆλθον ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν [*](§ Β) κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ § τὴν κρήνην τὴν Γαβαὼν ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν.

καὶ πρὸς Ἰωὰβ Ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάἡμῶν· καὶ Εἶπεν Ἰωάβ Ἀναστήτωσαν.

καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμεὶν δώδεκα τῶν Ἰεβόσθε υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυείδ.