Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγων Ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε Βεβαςίλεεθκεν βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών.

καὶ μετὰ Ἀβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ κλητοί· καὶ πορευόμενοι τῇ ἁπλότητι ἀυτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα.

καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ τῷ Ἀχειτόφελ τῷ Θεκωνεὶ σύμβουλον Δαυεὶδ ἐν πόλει ἀυτοῦ εἰς Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν· καὶ ἐγένετο σύντριμμα ἰσχυρόν, καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ.

Καὶ παρεγένετο ὁ ἀπγγέλλων πρὸς Δαυεὶδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ.

καὶ εἶπεν Δαυεὶδ πᾶσιν τοῖς πασὶ αὐτοῦ τοῖος ἐν Ἰερουσαλήμ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προςώπου Ἀβεσσαλώμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς, καὶ ἐξώσῃ ἐφ’ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης.

καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοῦ οἱ παῖδές σου.

καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποςὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον.

καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ, καὶ ἔστησαν ἐν οἴκῳ τῷ Μακράν.

καὶ παντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττεὶ καὶ πᾶς ὁ Φελετθεί, καὶ ἔστησαν ἐπὶ τῆς ελαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ, καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα ἀυτοῦ· καὶ πᾶς ὁ Χερεθθεὶ καὶ πᾶς ὁ Φελεθθεὶ καὶ πάντες οἱ Γεθθαῖοι, οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποςὶν αὐτῶν εἰς Γὲθ καὶ πορευτόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεὶ τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ [*](Α) [*](8 Κυριος] pr 0 A 10 om εν 1° Α | om βασιλευς Α 11 τη απλοτητι] pr εν A 12 Θεκωνει] Γιλωναιω Α |συμβουλον] τω συμβουλω Α 16 δεκα γ.] τας δε γ. Α 17 πεξοι Α 18 παρηγον ανα χειρα αυτου Α | om Χεττει ... πας 0 (4°) Α | οι εξακοσιοι] om οι 1° A α sup ras A 1 | τοις ποσιν] εν ταις πολεσιν Α 19 Σεθθει] Εθθει Α)

643
μεθ᾿ ἡμῶν ; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως , ὅτι ξένος εἶ [*](Β) σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου.

εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ᾿ ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου· ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ᾿ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι ἐφ᾿ οὗ ἂν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν.

καὶ ἐπερίθη Ἐθθεὶ τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεί Δεῦρο καὶ διάβαινε μετ᾿ ἐμοῦ· καὶ παρῆλθεν Σεθθεὶ ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾿ αὐτοῦ.

καὶ πᾶσα ἡ γῆ ἔκλάιεν φωνῇ μεγάλῃ· καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν κέδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειάρρουν Κεδρών· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον.

καὶ ἰδοὺ καί γε Σαδδὼκ καὶ πάντες οἱ Λευεῖται μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθάρ· καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Ἀβιαθάρ, ὡς ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδδώκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι ἀυτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς·

καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγὼ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ Ἴδετε, σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Ἀχειμαίας ὁ υἱός σου καὶ Ἰωναθὰν ὁ υἱὸς Ἀβιαθὰρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾿ ὐμων·

ἴδετε, ἐγώ εἰμι στρατεύομαι ἐν ἀραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ᾿ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι.

καὶ ἀπέστρεψεν Σαδὼκ καὶ Ἀβιαθὰρ τὴν κιβωτὸν εἰς Ἰερουσαλήμ, καὶ ἐκάθισεν ἐκεῖ.