Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τίς ἐπάταξεν τὸν Ἀβειμέλεχ υἱὸν Ἰεροβοὰμ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔρριχεν κλάσμα ἐπ’ αὐτὸν μύλου ἐπάνωνθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασί; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς Καί γε Οὐρείας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν.

καὶ ἐπορεύθη ὁ ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἰερουσαλήμ, καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυεὶδ πάντα ὅσα ἀπήγγειλεν αὐτω Ἰωάβ, πάντα τὰ ῥήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυεὶδ πρὸς Ἰωάβ, και εἲπεν πρὸς τὸν ἄγγελον ἵωα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους;τίς ἐπάταξεν τὸν Ἀβειμέλεχ υἱὸν Ἰεροβοάμ; οὐχὶ γυνη ἔρριψεν ἐπ’ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασί;ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος;

καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυείδ Ὅτι ἐκραταίωσαν ἐφ’ ἡμᾶς οἱ ἄν δρες καὶ ἐξῆλθαν ἐφ᾽ ἡμᾶς εἰς τὸν ἀγρόν,καὶ ἐγενήθημεν ἐπ᾽ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης.

καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοὐλός σου Οὐρείας ὁ Χετταῖος ἀπέθανεν.

καὶ εἶπεν Δαυεὶδ πρὸς τὸν ἄγγελον Τάδε ἐρεῖς πρὸς Ἰωάβ Μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μαχαιρα· κραταίωσον τὸν πολεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτήν· καὶ κραταίωσον αὐτόν.

καὶ ἤκουσεν ἡ γυνὴ Οὐρείου ὅτι ἀέθανεν Οὐρειας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αυτῆς.

καὶ διῆλθεν τὸ πένθος, καὶ απέστελιεν Δαυεὶδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν· καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὅ ἐποίησεν Δαυεὶδ ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἀπέστειλεν Κύριος τὸν Ναθὰν τὸν προφήτην πρὸς XII