Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυεὶδ βιβλίον πρὸς Ἰωάβ, καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρείου.

καὶ ἔγαψεν ἐν βιβλίῳ λέγων Εἰσάγαγε τὸν Οὐρείαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.

καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Οὐρείαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.

καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ἰωάβ· καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυεὶε καὶ ἀπέθαναν, καί γε Οὐρείας ὁ Χετταῖος.

καὶ ἀπέστειλεν Ἰωὰρ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ Δαυεὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα.

καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν [*](7 om και εισηλθεν A | επηρωτησεν] η Ι° sup ras A 1 (επαιρ. Α *) 9 θυρα] Α + οικου Α 10 κατεβης] καταβη Α * καταβης (ς superscr) A 1 11 ” κιβ.] pr ει A | παρεμβαλουσιν Α |και εγω] καγω Α |πειν Β * (πιειν B a ? b A)| πως] pr και Α 12 γε] πε Α 13 επι] pre και Α | αυτου 30 °] αυτων Α 14 απεστειλεν] + Δαδ Α 17 εκ 1 °] απο Α |απεθαεν Α 18 om Δαθειδ Α | om λαλησαι προς τον βας. Α)

632
[*](B) βασιλέα,

καὶ ἔσται ἐὰν ἀναβῇ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους;