Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὐλ, καὶ Δαυεὶδ ἀνέστρεψεν Β. τύπτων τὸν Ἀμαλήκ· καὶ ἐκάθισεν Δαυεὶδ ἐν Σεκ

καὶ ἐγενήθη τῆ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆ ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυεὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

καὶ εἶπεν Δαυεὶδ Πόθεν σὺ παραγίνῃ ; καὶ εἶπεν πρὸς αὐτόν Ἐκ τῆς παρεμβολῆς· Ἰσραὴλ ἐγὼ διασέσωμαι.

καὶ εἶπεν αὐτῷ Δαυεὶδ τίς ὁ λόγος οὗτος ; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι Ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον. καὶ ἀπέθανεν καὶ Σαοὐλ, κοὶ Ἰωναθὰν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν.

καὶ εἶπεν Δαυεὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πῶς οἶδας ὅτι τέθνηκεν Σαοὐλ καὶ Ἰωναθὰν ὁ υἱὸς αὐτοῦ;

καὶ εἶπεν τὸ παιδάριον τὸ αὐτῷ Περιπτώματι περιέπεσαν ἐν τῷ ὄρει τῷ Γελβοῦε, κοὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ.

καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ, καὶ καὶ ἐκάλεσέν με, καὶ εἶπα Ἴδου ἐγώ.