Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἰπέν μοι τίς εἰ σύ καὶ εἶπα Ἀμαληκείτης κε ἴτης ἐγώ εἰμι.

καὶ εἶπεν πρὸς μέ Στῆθι δὴ μου καὶ θανάτωσόν με, ὄτι κατέσχεν με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί.

καὶ ἐπέστην ἐπ’ αὐτὸν καὶ ἐθανάτωσα ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον [*](I 1 Δαυειδ Ι° (plene) ΒΑ | ΑικςλΥ Α 2 τῆ ἥμερα] pr ἐν Α | om ἦλθεν Α | διερρηγοτα Α επι την γην ] pr ἔπι πρόσωπον Α 3 παραγίνῃ B b πάρα. γεινη B*)] παραγίνου Α | διασέσῳσμαι BafaA 4 ἀυτῶ bis scr Α | ἄναγ’. γειλου Α | om ὅτι εφυγεν...πολεμου καὶ Α | πολλοι πεπτώκασιν Α | om καὶ ἀπέθανον Α | om καὶ 5° Α 5 om τὼ παιδαρίῳ Α 6 Γεβουε Α ἵππαρχοι Α | ἀυτῶ 2°] + και ἔπεσεν Α 7 ἔιδεν] ἴδεν με Α 8 om Α | εἶπα] + πρὸς αὐτὸν Α 9 θανατωσεις Α 10 ἐθανάτωσα] seq ras 1 lit (ι ut vid) in Α | ηδειν εἴδην Β* ἠδ’. Ba) οτι] ημ δεινονη (sic) A)

612
[*](B) τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλίδωνα τὸν ἐπὶ τοῦ αὐτοῦ, καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.

καὶ ἐκράτησεν Δαυεὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.

καὶ ἐκόψαντο καὶ ἐνήστευσαν καὶ ἔκλαυσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωναθὰν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραήλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ.

καὶ εἶπεν Δαυεὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόθεν εἶ σύ ; καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Ἀμαληκείτου ἐγώ εἰμι.

καὶ εἶπεν αὐτῷ Δαυείδ Ἠὼς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου ι τὸν χριστὸν Κυρίου ;