Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ. καὶ εἶπεν κύριος πρὸς Γεδεών Πᾶς ὃς ἄη λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν·

καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ.

καὶ εἶπεν κύριος πρὸς Γεδεών Ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.

καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν· καὶ τὸν πάντα ἄνδρα Ἰσραὴλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ, καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν. καὶ ἡ ἡ Μαδιὰμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι.

Καὶ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος Ἀνάστας κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου.

καὶ εἰ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ κα Φάρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολήν,

καὶ ἀκούση τί λαλήσουσιν· καὶ μετὰ τοῦτο κατέβη αὐτὸς καὶ Φάρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντή- κοντα οἳ ἦσαν ἐν τῇ παρεμβολῇ.

καὶ Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος, [*](Α) [*](4 κατενηκον] κατάγαγε Α | προς] εἰς Α | ἐκκαθαρῶ σοι αὐτὸν ἔκει] δοκίμω αὐτοὺς σοι ἐκεῖθεν Α | σὺν σοι] μέτα σου (bis) | πᾶς] πὰν B πάντα Α | πρὸς σε °] σοι A | οὕτος 2°] ὅτι Α 5 κατήνεγκεν] κατεβίβασεν Α | πρὸς 1°] ἐς λάψῃ 1°] ληφη Α | ἄπο] ἐκ Α | λαψη 2°] λημψη Α | κλινη ἔπι] κάμψῃ πιειν] pr του Α + μεταστησεις αὐτὸν καθ’ αὐτὸν Α 6 ο αριθμος] pr πᾶς Α | λαμψάντων Α | χειρι] τῆ γλώσση Α | om πρὸς τὸ στόμα ἀυτῶν Α | πὰν τὸ κατάλοιπον] παι ο ἐπίλοιπος Α | ἔκλιναν] ἔκαμψαν Α | ἀυτῶν 3°] αὐτοῦ A πιεῖν] pr του Α 7 λαμψασιν Α | δώσω] παραδώσω Α | τὴν Μαδιαμ] om τὴν Α | πορευσονται] ἀποτρεχέτω Α 8 χειρὶ] τὰς χερσὶν Α | ’τον πάντα] om ’τον Α | σκηνην] τὸ σκήνωμα Α | καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν] τῶν ’δε τριακοσίων ἄνδρων ἐκράτησεν Α Ι παι η] η ’δε Α | ἤσαν αὐτοῦ υποκατω] ἢν ὑποκάτωθεν αὐτοῦ Α 9 ἀνάστας] ἀνάβηθι Α | καταβηθι] + τὸ τάχος Α | ἐν τῆ παρεμβ.] εἰς τὴν παρεμβολὴν ἐντεῦθεν Α 10 καὶ ει] εἰ ’δε A 11 λαλήσουσιν] λαλοῦσιν Α Ι τουτο] ταύτα Α Ι πρὸς αρχην] εἰς μέρος Α | οἱ ἤσαν ἐν] τῶν ἐν Α 12 βεβλημενοι] παρεμβεβλήκεισαν Α | ωσει] ως Α)

495
καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ [*](Β) ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος.

καὶ ἦλθεν Γεδεών, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον, καὶ εἶπεν Ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῆ παρεμβολῇ Μαδιάμ, καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσεν, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή.

καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν Οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεὼν υἱοῦ Ἰωὰς ἀνδρὸς Ἰσραήλ· παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν.

καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεὼν τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύνκρισιν αὐτοῦ, καὶ προσεκύνησεν κυρίῳ, καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ καὶ εἶπεν Ἀνάστητε, ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ.