Judices (Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
- ἐξέλιπον δυνατοὶ ἐν Ἰσραήλ, ἐξέλιπον,
- ἕως οὗ ἀναστῇ Δεββωρά,
- ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ἰσραήλ.
- έξελέξαντο θεοὺς καινούς,
- ὅτε ἐπολέμησαν πόλεις ἀρχόντων·
- θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη
- ἐν τεσσεράκοντα χιλιάσιν ἐν Ἰσραήλ.
- ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ἰσραήλ·
- οἱ ἑκουσιαζόμενοι ἐν λαῷ, εὐλογεῖτε Κύριον.
- ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας,
- καθήμενοι ἐπὶ κριτηρίου
- καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ᾿ ὁδῷ·
- διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων, [*](Α)[*](2 απεκαλυφθη...λαον] ἐν τὼ ἄρξασθαι ἀρχηγοὺς ἐν Ιηλ| ἐν προαιρέσει λαοῦ Α | K.] pr ’τον Α 3 om καὶ Α | ενωτιζεσθαι Α | σατρ.] + δυνατοὶ Α | om εἰμι 1° Α | om ἐγὼ εἰμι 2° Α | om τὼ κυρίω 2° Α | τὼ θεω] τ, θῶ 4 ἐν 2°] ἐκ Α | ἔσταξεν δροσους] ἐξεστάθη Α | καὶ 2°] + γε Α | αἰ νεφέλαι] Α 5 om Ελωει Α | Σίνα Bb 6 Αναθ] Κεναθ Α | ἐν 2° bis scr Β | Α | ὀδοὺς °] βασιλεῖς Α | ἀτραποὺς] τρίβους Α | σιεστρεμμενας Α 7 ἐμ λίπον (bis)] ἐξέλειπεν Α | δυνατοὶ] φραζων Α | αναστη 1°] ἐξανέστη Α | ἕως 2°] ὅτι Α | αναστη °] ἀνέστη Α | Ισραηλ] pr τὼ Α 8 ἐξελέξαντο] Α | καινοὺς κεν. Α* καίν’. Α1vid)] seq spat i lit in B | ὅτε επολεμησαν...λογχη] ὡς αρτο | κρίθινον σκέπη νεανιδων | σιρομαστων· | ἀνήφθη καὶ σιρομάστης Α | τεσσαρακ. Bb | om ἐν Ισραηλ Α 9 διατετα|να B | εκουσιαζομενοι] οἱ] δυνάσται Α | ἐν λάω] του λαοῦ Α | Κυριον] pr ’τον Α 10 ὄνου θήλειας θηλιας B* θήλειας Bab) μεσημβριας] ὕπο ζύγ’ ἴων Α | κριτηρίου] λαμπηνῶν Α | om καὶ πορευόμενοι επι οδους συνεδρων εφ οδω A 11 διηγεισθε απο φωνης] φθεγξασθαι φωνην A)
- ἀνὰ μέσον ὑδρευομένων· [*](B)
- ἐκεῖ δώσουσιν δικαιοσύνας.
- Κύριε, δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ·
- τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου.
487
- ἐξεγείρου ἐξεγείρου, Δεββωρά,
- ἐξεγείρου ἐξεγείρου, λάλησον ᾠδήν·
- ἀνάστα, Βαράκ,
- καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς Ἀβεινένμ.
- τότε κατέβη κατάλημμα τοῖς ἰσχυροῖς·
- λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς ἐξ ἑμοῦ.
- Ἐφράιμ ἐξερίζωσεν αὐτοὺς ἐν τῷ Ἀμαλήκ·
- ὀπίσω σου, Βενιαμείν, ἐν τοῖς λαοῖς σου·
- ἐν ἐμοὶ Μαχεὶρ κατέβησαν ἐξερευνῶντες,
- καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως.
- καὶ ἀρχηγοὶ ἐν Ἰσσαχὰρ μετὰ Δεββώρας καὶ Βαράκ.
- οὕτως Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ·
- εἰς τὰς μερίδας Ῥουβὴν
- μεγάλοι ἐξικνούμενοι καρδίαν.
- εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας
- τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων;
- εἰς διαιρέσεις Ῥουβὴν
- μεγάλοι ἐξετασμοὶ καρδίας.
- Γαλαὰδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐσκήνωσεν·
- καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις ;
- Ἀσὴρ ἐκάθισεν παραλίαν θαλασσῶν, [*](11 υδρευομενων] ευφραινομενων Α | κύριε] κω Α | αὔξησον] ἐνίσχυσαν Α | Α pr τὼ Α | πόλεις] + αὐτοῦ Α | λᾶος] pr ο Α 12 Δεββωρα] + εξεγειρου μυριάδας μέτα λαοῦ Α | λάλησον ωδην] λάλει μετ’ ωδης Α | ἀνάστα Βαρακ] ἐνισχύων ἐξαναστασο Βαραχ| αἰ ἐνίσχυσον Δεββωρα ’τον Βαραχ Α | om καὶ Α | αιχμαλωτευσον Α | Αβινεεμ Α 13 τοτε....εξ ἐμοῦ] ποτε εμεγα|λυνεν η ἰσχὺς αὐτοῦ· κݲεݲ· ταπει|νωσον μοι τοὺς ἰσχυροτέρους μου· | Α 14 ἐξερίζωσεν] λᾶος Εφρ. ἐτιμωρήσατο Α | τὼ Αμαληκ ὀπίσω] κοιλάδι ἀδελφοῦ Α | τοῖς λαοῖς] om τοῖς Α | ἐν ἐμοὶ] ἐξ ἐμοῦ Α | εξεραυνωντες B*bA εξερευν. Ba) | ἄπο] ἐκ Α | ελκοντες...γραμματεως] κݲςݲ επολεμει μοι| ἐν δυνατοις ἐκεῖθεν· σκη|πτρω Α 15–16 καὶ ἀρχηγοὶ... ἐξετασμοὶ] ἐνισχύοντος ηγησεως| Ισσαχαρ μέτα Δεββωρας| ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εις| τὴν κοιλάδα· ἴνα σοι κατοικης| εμμεσω χειλέων εξετεινεν| τοῖς πόσιν αὐτοῦ διαιρεσεις| Ρουβην μεγάλοι καρ|διας· ἴνα τι μοι κάθησαι ἄνα μεσο| τῶν Μοσφαιθαμ· του εισασυρισμους | ἐξεγειρόντων· του| διελθεῖν εἶ τὰ του Ρουβην·| μεγάλοι εξιχνι Α 17 Ιορδανου] οὐ bis scr B* Ιορδ. ὁδ’ Bb | κατεσκήνωσεν Α | εἰς rt] ἴνα τι Α | εκαθισεν...σκηνωσει] παρῴκησεν παρ’ σιγιαλον| θαλάσσων· καὶ ἔπι τὰς διακοπας| αυτου κατεσκήνωσεν·| Α)
- καὶ ἐπὶ διεξοδοις αὐτοῦ σκηνώσει.
488
[*](B)- Ζαβουλὼν λαὸς ὠνείδισεν ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον,
- καὶ νεφθαλεὶ ἐπὶ ὕψη ἀγροῦ.
- ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο·
- τότε ἐπολέμησαν βασιλεῖς Χανάαν,
- ἐν Θαναὰχ ἐπὶ ὕδατι Μεγεδδώ·
- δῶρον ἀργυρίου οὐκ ἔλαβον.
- ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες,
- ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σεισαρά.
- χειμάρρους Κεισὼν ἐξέσυρεν αὐτούς,
- χειμάρρους ἀρχαίων, χειμάρρους Κεισών·
- καταπατήσει αὐτὸν ψυχή μου δυνατή.
- τότε ἐνεποδίσθησαν πτέρναι ἵππου,
- σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.
- Καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος κυρίου, καταρᾶσθε·
- ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν·
- ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κύρου,
- εἰς βοήθειαν ἐν δυνατοῖς.
- εὐλογηθείη ἐν γυναιξὶν Ἰαήλ,
- γυνὴ Χάβερ τοῦ Κειναίου·
- ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.
- ὕδωρ ᾔτησεν, γάλα ἔδωκεν, ἐν λεκάνῃ
- ὑπερεχόντων προσήνεγκεν βούτυρον.
- χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν
- καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων,
- καὶ ἐσφυροκόπησεν Σεισαρά, [*](Α)[*](18 ὠνείδισεν] ονιδισας Α | Νεφθαλειμ Α 19 ἦλθ’. αὐτ’. c praec coniunx B | om ἀυτῶν Α | παρετάξαντο] pr καὶ Α | Θανααχ] Θενναχ Α | υδατι] θδατος Α | δῶρον] πλεονεξίαν Α 20 ἐξ ουρανου...Σεισαρα] ἐκ του ουνݲοݲυݲ ἀστέρες ἐκ τῆς ταξεως| ἀυτῶν ἐπολέμησαν μέτα Ιηλ| Α 21 εξεσυρεν] ἐξέβαλεν Α | ἀρχαίων] καδησειμ Α 22 ενεποδιαθησαν] απεκοπησαν Α | σπουδὴ ἔσπευσαν ἰσχυροὶ] Αμμαδαρωθ δυνατῶν Α 23 καταρᾶσθε 1° κατάρασθαι B)] καταρασαιαι Α | Μηρωζ] Μαζωρ Α | αγγ(??)λος] pr ο Α καταρασθε 2°] κατάρας εἰ επικαταρατος...αυτην] καταρασασθαι τοὺς ἀύτης Α | βοήθειαν °] pr τὴν Α | εἰς βοήθειαν εν] βοηθος ἤμων κς ἐν μαχηταῖς Α 24 ἐν γυναιξιν] ἐκ γυναίκων Α | Ιαηλ] Ιηλ Α | Χαβερ] Χαλεβ Α | κναιου Bb Ι ἄπο γυναικων ἐν σκηναις] ἐκ γυν. ἐν σκήνη Α 25 ητησεν] + Α | γάλα] pr καὶ Α | ἔδωκεν] + ἀυτῶ Α | λακάνη Α | ὑπερεχόντων ν Α 26 χεῖρα ἀύτης ap.] τὴν χ. αρ. Α | om και 1° Α | δεξιαν] pr τὴν A Α | εσφυροκοπησεν] ἀπέτεμεν Α | Σισαρα Α)
- διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν, [*](B)
- διήλωσεν κρόταφον αὐτοῦ.
489