Judices (Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
- ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη,
- ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς·
- κατακλιθεὶς ἔπεσεν·
- καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.
- διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σεισαρὰ ἐκτὸς τοῦ τοξικοῦ
- Διότι ᾐσχύνθη ἅρμα αὐτοῦ;
- διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ;
- αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν,
- καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ·
- Οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα;
- οἰκτείρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός·
- σκῦλα βαμμάτων τῷ Σεισαρά,
- σκῦλα βαμμάτων ποικιλίας,
- βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα.
Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη.
καὶ ἴσχυσεν χεὶρ Μαδιὰμ ἐπὶ Ἰσραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά.
καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραήλ, [*](26 διήλωσεν 1° .. .κροταφον] ἀπέτριψεν τὴν κεφαλῆς (sic) αυτου| καὶ συνεκαι διηλασεݲ| τὴν γνάθον Α 27 κατεκυλίσθη] συγκαμψας Α | om Α | ἄνα μέσον °] μεταξὺ Α | τῶν πόδων °] om τῶν Α | κατακλισθεις B* (κατακλιθεις B ab) | om κατακλιθεὶς ἔπεσεν Α | καθὼς κατεκλιθη] ἐν ω εκαμφεν Α | εξοδευθεις] ταλαίπωρος Α 28 παρεκυψεν...τοξικου] διέκυπτεν καὶ κα|τεμανθανεν η μݲηݲρݲ Σίσαρα δία της| δίκτυς ἐπιβλέπουσα ἔπι τους| Σισαρα| Α | διότι] δία τι Α (bis) | ησχυνθη ἄρμα αὐτοῦ] ἠσχάτισεν τὸ ἄρμα αυτου| παραγενέσθαι Α | πόδες] ἴχνη Α 29 αἰ σοφαὶ αρχουσαι] σοφαὶ αρχουσων Α | ἀπεκρίθησαν] ἀνταπεκρίναντο Α | ἀυτὴν] τὴν sup ras B ab Α | απεστρεφεν...εαυτη] απειIκρινατο ἐν ῥήμασιν αυτης] Α 30 οὐχ] οὔχι οικτειρμων...ανδρος] φιλιάζων φιλοις| ἆ κεφαλὴν δυνατοὶ (sic) Α | τὼ Σ σκύλα βαμματῶ| sup ras B ab | τὼ Σεισαρα] Σίσαρα Α | βάθη ποικίλων περι| τράχηλον αὐτοῦ σκῦλον Α 31 ὡς εξοδος...δυναμει] καθὼς η ἀνατολὴ του ἡλίου ἔνι δυναστείαις Α | τεσσαρακ. B b VI 1 ενωπιον] ἔναντι Α | ἔδωκεν] παρέδωκεν Α 2 ισχυσεν] κατεσχυσεν Α | τὰς τρυμαλιὰς τᾶι] ἄνδρας Α | τὰ σπήλαια καὶ τὰ κρεμαστὰ] τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασιν A 3 ἔαν] ὅταν Α | ἔσπειραν οἱ υἱοὶ] ἔσπειρεν ἀνὴρ Α | ἀνέβαινεν Α)
καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἴνως ἐλθεῖν εἰς Γάζαν, καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ἰσραὴλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον.
ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον, καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο, καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός· καὶ εἰς τὴν γῆν Ἰσραὴλ καὶ διέφθειρον αὐτήν,
καὶ ἐπτώχευσεν ὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ.
Καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον ἀπὸ προσώπου Μαδιάμ.
καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ Ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλίας ὑμῶν,
καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς, καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν·
καὶ εἶπα ὑμῖν Ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμορραίου, ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.
Καὶ ἦλθεν ἄγγελος Κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ ἐν τῇ Ἰωὰς πατρὸς τοῦ ’Eσδρεί· καὶ Γεδεὼν υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιάμ.
καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ εἶπεν πρὸς αὐτόν Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων.
καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών Ἐν ἐμοί, κύριέ μου, καὶ εἰ ἔστιν Κύριος μεθ’ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες [*](A) [*](3 συνανέβαινον αὐτοῖς] καὶ ανεβαινον ἐπ’ αὐτὸν Α | παρενέβαλλον Α | εις] ἐπ’ Α 4 κατέφθειραν] διέφθειραν Α | τοὺς καρπους ἀυτῶν] τὰ ἐκφόρια τῆς γῆς Α | ἐλθεῖν] pr του Α | οὐ κατέλιπον] οὐχ ὑπελείποντο Α | om τῆ γῆ Α | οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον] καὶ ποίμνιον καὶ μόσχον Α 5 κα αἰ κτησεις] τὰ κτήνη Α | αἰ σκηναι] τὰς σκηνὰς Α | παρεγίνοντο B b (παρεγεινοντο B* A)] pr παρέφερον και Α | καθως] ὡς Α | ταῖς κὰμ. Α [ ἤρχοντο εἰς τὴν γην] παρεγεινοντο ἐν τῆ γῆ Α | καὶ διέφθειρον] του διαφθιρειν Α 7 ἐβόησαν] εκεκραξαν οἱ υἱοὶ Ιηλ προς| κݲνݲ· καὶ ἐγένετο ἔπι εκεκρα|ξαν Α προσώπου Μαδιαμ] πέρι Μαδ. Α 8 ὃς ανηγαγον] ο ἀναβιβάσας Α | ἐκ γης] ἐξ Α 8—9 om καὶ εξηγαγον...Αιγυπτου Α 9 υ sup ras B ab 10 καθησεσθε] ἐνοικεῖτε Α 11 ὕπο] ἔπι Α | τερεμινθον] δρῦν Α | ἐν 1°] pr ουσαν Α | ἐν τῆ Ιωας] τὴν του I. Α | Εσδρει] Αβιεζρι Α | υιος] pr ο Α | ῥαβδίζων σῖτον] ἐράβδιζεν πύρους Α | εἰς εκφυγειν] του εκφ. Α | ἄπο πρ. του Μαδιάμ] ἐκ πρ. Μαδ. Α 12 ὤφθη αυτω] εὗρεν αὐτὸν Α | ο αγγελος] om ο Α | ἰσχυρὸς τῶν δὺν.] δυνατὸς τῆ ἰσχύι Α 13 κύριε μου] κݲςݲ κݲςݲ· Α | εἰς TI] ἴνα τι Α | τὰ κακα] pr πάντα A ὅσα Α)
καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν Πορεύου ἐν ἰσχύι σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ·
ἰδοὺ ἐξαπέστειλά σε. καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών Ἐν ἐμοί, κύριέ μου, ἐν τίνι σώσω τὸν Ἰ ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσή, καὶ ἐγώ εἰμι ὁ ἐν οἴκῳ πατρός μου.