Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ νῦν ἐπικατάρατοί ἐστε. οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ὀπὸς ἐμοὶ καὶ τῷ θεῷ μου.
καὶ [*](AF 17 om ἀκούσαντες AF | εαυτοις] ὕμιν αὐτοῖς F Ι ερειται Α | σου] ὑμῶν AF διαθεσθαι Α 18 αρτοι] + ημων F 19 διαρρωγασιν F | ημων 2°] υμων Α πεπαλαίωνται AF 20 του, ἐπισιτισμοὺς Α | κύριον] pr ’τον F | οὐκ] οὐ Bb | ἐπερώτησαν AF 21 διέθετο AF 22 εισιν ἀυτῶν AF 23 ἦλθον] ἐξῆλθαν Α ἦλθαν F | Χεφειρα Α | Βειρων] Βηθωρ B ab mg Βηρωθ | AF 24 οἱ υιοι] om οἱ F | ἄρχοντες] + τῆς συναγωγης AF | κύριον ’τον ’τον κݲνݲ θݲνݲ AF | συναγωγῆι + Ισραηλ F 25 οἱ αρχοντες] pr πάντες πάση AF 26 om καὶ περιποιησόμεθα αὐτοὺς F 27 καθάπερ] pr κα πάσα η συναγωγὴ F 28 λεγοντες] + ὅτι F | ἐσμεν ἄπο σου AF | ν F* (εστε F1) 29 εκλειπη AF | om οὐδὲ AF | ξυλοκοπος] + F)
καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.
καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν ’lσραήλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.
καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας ¶ καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται [*](¶ F) κύριος.
Ὡς δὲ ἤκουσεν Ἀδωνιβέζεκ βασιλεὺς Ἰερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαῖ καὶ ἐξωλέθρευσεν αὐτήν· ὃν τρόπον ἐποίησαν τὴν καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν τὴν Γαῖ καὶ τὸν καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραήλ·
καὶ ἐφοβήθησαν ἀπ’ αὐτῶν σφόδρα· ᾔδει γὰρ ὅτι μεγάλη πόλις Γαβαὼν ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί.