Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν Ἀδωνιβέζεκ βασιλεὺς Ἰερουσαλὴμ πρὸς Αἰλὰμ βασιλέα Χεβρὼν καὶ πρὸς Φείδων βασιλέα Ἰερειμοὺθ καὶ πρὸς Ἰέφθα βασιλέα Λαχεὶς καὶ πρὸς Δαβεὶν βασιλέα Ὀδολλὰμ λέγων

Δεῦτε ἀνάβητε πρὸς μὲ καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· αὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, βασιλεὺς Ἰερουσαλὴμ καὶ βασιλεὺς βασιλεὺς καὶ βασιλεὺς Ἰερειμοὺθ καὶ βασιλεὺς Λαχεὶς καὶ βασιλεὺς Ὀδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν, καὶ περιεκάθισαν τὴν Γαβαὼν καὶ ἐξεπολιόρκουν αὐτήν.

καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς [*](30 λέγοντες] + ὅτι F | ἀνηγγέλη] ἀπηγγέλη Α pr ἀγγελία F | ὕμιν F* AF ἥμιν F1) | om ο θεὸς σου F | M. τὼ παιδὶ] M. παιδὶ Α τὼ M. π. F | ὑμῶν Α 31 ημεις] η sup ras A1 | ὕμιν 1°] ὑμῶν F | ὕμιν °] ἥμιν ποιήσατε] ποίησαι Α 32 χείρων] χειρὸς AF 33 om δία τουτο...του θεοῦ 2° Α | ημε| . . . F | ἔαν] ἀν’ A χ 1 ἐποίησεν B b A | τὴν Γᾶι 2°] pr καὶ Α Ι ηὐτομόλησαν Α 2 ἀπ’ ἀυτῶν] ἐν ἑαυτοῖς Α ἤδει (ειδη B)] ηδισαν Α | μεγαλη πόλις] η πόλις μεγάλη Α | μία] pr καὶ Α 3 Φειδων] Φερααμ Α | Ιεριμουθ Α Ι Ιεφθα] Ιαφιε Α Ι Δαβειν Λαβειν B b)] Δαβειρ Α 4 ηὐτομόλησαν Α 5 Ιεριμουθ Α | Οδολλαμ B ab Οδολαμ Β*)] Οδολλαχ Α 6 ἀπέστειλαν] α ° sup rs A1 (απεστειλον Α* vid))

440
[*](Β) τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα λέγοντες Μὴ ἐκλύσῃς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ ἡμᾶς καὶ βοήθησον ἡμῖν· ὅτι συνηγμένοι εἰσὶν ἐφ’ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμορραίων οἱ κατοικοῦντες τὴν ὀρεινήν.

καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύι.

καὶ εἶπεν Κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς· οὐχ ὑπολειξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν.

καὶ ἐπεὶ παρεγένετο αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων.