Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν [*](§F) τῆς διαθήκης ἐν τῷ Ἰορδάνῃ ἕως οὗ § συνετέλεσεν Ἰησοῦς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ· καὶ ἔσπευσεν ὁ λαός, καὶ διέβησαν.

καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν.

καὶ διέβησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ κα οἱ ἡμίσεις φυλῆς Μανασσὴ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.

τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ἰερειχὼ πόλιν.

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν Κύριος τὸν Ἰησοῦν ἐναντίον τοῦ παντὸς γένους Ἰσραήλ, καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.

Καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων

Ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Ἰορδάνου.

καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσιν λέγων Ἔκβητε ἐκ τοῦ Ἰορδάνου.

καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Ἰορδάνου καὶ ἔθηκαν τοὺς πόδας [*](AF 5 om δώδεκα Α 6 ὑπάρχωσιν] inter ω, σ ras T Ut Α? 6—7 τι διεβαινεν αὐτὸν sup ras Aa? 7 ἐξέλειπεν Α | ὕμιν οἱ λίθοι οὔτοι Α 8 εαυτιος] αὐτοῖς Α | ἀπέθηκαν] ἀπέθηκεν αὐτοὺς Α 9 ἔστησεν] ἔστηκεν Α | Ιορδανω Α 10 εἱστήκεισαν B ab A | om οὐ Α | νετελεσεν F | α] ὅσα Α | κύριος] + τὼ Ιησοι AF | τὼ λάω] + κάτα πάντα ὅσα ἐνετείλατο κύριος ἀυτῶ F | διέβησαν] διέβη Α 11 κυρίου] + καὶ οἱ ἵεις πρότεροι F | ἔμπροσθεν] πρότεροι F 12 οἱ υἱοὶ 1°] om οἱ F 14 ηΙυξησεν ηυ|ξησεν Bb | του παντὸς] παντὸς του AF | ωσπερ] ὂν τρόπον F + ἐφοβοῦντο AF 15 Ιησου F 16 om τῆς διαθήκης F* (hab F1 mg) | μαρτύρου in mg et sup ras A a? | om Τυρίου F 18 του ορδ.] pr μέσου AF)

427
ἐπὶ τῆς γῆς, ὥρμησεν τὸ ὕδωρ τοῦ Ἰορδάνου κατὰ χώραν, καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι’ ὅλης τῆς κρηπῖδος.

καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ἰορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ἰερειχώ.

καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ τοῦ Ἰορδάνου ἔστησεν Ἰησοῦς ἐν Γαλγάλοις

λέγων ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες Τί εἰσιν οἱ λίθοι οὗτοι;

ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι Ἐπὶ ξηρᾶς διέβη Ἰσραὴλ τὸν Ἰορδάνην τοῦτον,

ἀποξηράναντος Κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν· καθάπερ ἔποιησεν κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἢν ἀπεξήρανεν Κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν·

ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν, καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ἡμῶν ἐν παντὶ ἔργῳ.