Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν ἕνα ἀφ’ ἑκάστης φυλῆς.

καὶ ἔσται ὡς ἂν [*](AF) [*](ΙΙΙ 1 ἄπηρον Α ἀπῆραν Y | ἐκ Σάττειν] εκαττειν (sic) F | ηλθοσαν] ἦλθον AF | Ιορδανου] + πάντες· αὐτὸς καὶ οἱ υἱοὶ Ισραηλ F 2 εγενετο] ἐγενήθη AF | τρὶς Α | διῆλθον] pr καὶ F | τῆςπαρεμβοληd pr μέσης F 3 F | Λευίτας BbAF | ἀπαρεῖτε] pr κα ὑμεῖς F | πορεύεσθε] πορεύσεσθε Bab 4 ἤμων] ὑμῶν AF | ἴνα AF | πορεύεσθε] πορεύσεσθε Bab πορευνσθε F | ἀπ’ εχθες] ἄπο χθὲς Bb 5 λάω] + λέγων F | ἁγνίσασθαι Α | αὔριον] pr τὴν AF | ἐν ἥμιν K.] κݲςݲ ἐν ὕμιν Α κ. μεθ’ ὑμῶν F | θαυμάσια 6 προπορεύεσθαι Α | του λαοῦ ο] pr ἔμπροσθεν F 7 ταυτη] ἀυτὴ Α | om πάντων F | ὑιῶν] pr τῶν Α 8 ἱερεῦσι Α | αἴρουσι F | διαθήκης] + κυριου F | μέσου] μέρους AF 10 ἐν τούτω] pr καὶ εἶπεν Ιησους F | θεος] ἐγὼ κς Α | ὕμιν] ἥμιν F | Φέρ’. καὶ ’τον Ευ. καὶ ’τον Αμ. καὶ ’τον Γερυ.] Ευ. καὶ ’τον Φερεζεον καὶ ’τον Γεργ. καὶ ’τον Αμ. Α Ευ. καὶ ’τον Φερεζαιον καὶ ’τον Αμ. καὶ ’τον Γεργ. F 11 διαθήκης] pr τῆς AF | διαβαίνει] pr ἔμπροσθεν ὥν F 12 προχειρίσασθε προχειρίσασθαι Α προχιρισασθε F)] pr νυν οὑν F | ἔνα] pr ἄνδρα F | ἀφ’] ἐφ’ Α)

425
οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ἰορδάνου, τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.

Καὶ ἀπῆρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ἰορδάνην, οἱ ’δε ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης πρότεροι τοῦ λαοῦ.

ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπλήρου καθ’ ὅλην τὴν κρηπῖδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν·

καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἱν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καθιαιρείν, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβά, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπεν· καὶ ὁ λαὸς ἱστήκει ἀπέναντι Ἰερειχώ.

καὶ καὶ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.

IV

IVσυνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην, καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων

Παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ’ ἑκάστης φυλῆς,

σύνταξον αὐτοῖς καὶ ἀνέλεσθε ἐκ μέσου τοῦ Ἰορδάνου ἑτοιμοὺς δώδεκα λίθους, καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν καὶ αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδίᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.

καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ἰσραήλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς,

εἶπεν αὐτοῖς Προσαγάτετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ [*](F) Ἰορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων [*](13 καταβαίνων F + ανωθεν F | στήσεται] + σωρὸς εἰς F 14 ἀπῆρεν] AK pr ἐγένετο ὡς F | ἤροσαν] ἤραν AF | διαθήκης] + κυ AF 15 om τῆς διαθήκης 2° AF | om Κυριου AF | μέρος] pr τὸ AF 16 ἔστη 1°] F | τὰ καταβ.] om τὰ AF | ἀφεστηκὼς F | σφόδρα ἕως μέρους sup ras A a ? (om σφοδρῶς) | σφοδρως] + ·ανι· (sic) F | Καριαθιαριμ Α Καριαθιαρειμ F | om θαλασσαν Αραβα Α | ἇλος] τῶν ἀλῶν Α τῆς ἀοικήτου τῶν ἀλῶν F | om ἕως 2° F ἐξ ἔλειπεν AF | εἰστήκει Bab 17 Ιορδανου] + ἑτοίμη F* ετοιμως F1 (vid) ) | + οὐ F IV 1 επισυνετ. BbAF | τὼ Ιησοι] πρὸς Ιησουν AF 2 ἄνδρας ἄπο τὸ λαοῦ] ἄπο του λαοῦ δώδεκα ἄνδρας Α δώδεκα ἄνδρας α. τ. λ. F ἔνα] ἐν A* ἔνα Λῆ pr ἄνδρα F | ἀφ’] ἐφ’ Α 3 αυτοις] + λέγων AF om και 1° Α | ανελεσθε (ανελεσθαι F)] εντευθεν Α + εαυτοις εντευθεν Ιορδανου] + απο στασεως ποδων των ιερεων F | διακομισαντας F | om καὶ ο AF | θέτε] θησεται Α | om αὐτοῦ F | στρατοπεδια B* F (στρατοπαιδια Α)] στρατοπεδεία B ab | παρεμβαληται Α 4 τῶν ἐνδόξων] pr ἐκ F 5 αὐτοῖς] + Ιησους AF | εἰς sup ras A a ? | ἀράτω ἐκεῖθεν εκαστους λίθον ἔνα Α)

426
[*](B) αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ·

ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός· ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων Τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν;

καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι Ἐξέλιπεν ὁ Ἰορδάνης ποταμὸς ἀπὸ προσώπου διαθήκης κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν. κα οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ ἕως τοῦ αἰῶνος.

καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραὴλ καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ· καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ἰορδάνου, συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῆ συντελείᾳ τῆς διαβάσεως Ἰσραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἐκεῖ.

ἔστησεν δὲ Ἰησοῦς καὶ ἅλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ἰορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καὶ εἰσὶν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.