Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Οὐ μὴ δύνησθε λατρεύειν Κυρίῳ· ὅτι θεὸς ἅγιός ἐστιν, καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν.

ἡνίκα ἐὰν ἐνκαταλίπητε Τύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις, καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ’ ὧν εὖ ἐποίησεν ὑμᾶς.

καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν Ούχί, ἀλλὰ Κυρίῳ λατρεύσομεν.

καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Μάρτυρες ὑμεῖς καθ’ ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κυρίῳ λατρεύειν αὐτῷ.

καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τούς ἀλλοτρίους τοὺς ἐν ὑμῖν, καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς κύριον θεὸν Ἰσραήλ.

καὶ εἶπεν ὁ πρὸς πρὸς Ἰησοῦν κυρίῳ λατρεύσομεν, καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα.