Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔδωκεν ὑμῖν γῆν ἐφ’ ἢν οὐκ ἐκοπιάσατε ἐπ’ αὐτῆς καὶ πόλεις ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς· καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὑς οὐκ ἐφυτεύσατε ὑμεῖς ἔδεσθε.

καὶ νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύετε Κυρίῳ.

εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ, ἐκλέὑμῖν ὑμῖν ἑαυτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμορραίων ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστιν.

καὶ ἀποκριθεὶς ὁ [*](Α) [*](7 αὐτοὺς 2°] pr ἐπ’ Α | ιδοσαν Α | ὑμῶν] ἤμων Α 8 ἧμας] Ιορδανου] + καὶ παρετάξατο ὕμιν Α | παραδεδωκεν] παρέδωκεν Α | τὰς χειρας] om τὰς Α | υμων ὑμῶν Α 9 ημιν] ὕμιν Α 10 om ο θεὸς σου Α | ἧμας 1° , 2°] ὑμὰς Α | χείρων] Pr τῶν Α | om καὶ παρέδωκεν αὐτοὺς 11 Ιεριχω BbA (bis) | ημας] ὑμὰς Α | Xav. και...ο Γεργ.] Φερεζεος καὶ ο Xav. παι ο Χεττ. καὶ ο Γεργ. καὶ ο Ευ. καὶ ο Ιεβ. Α | om κύριος Α | τὰς χειρας] om τἂ Α 12 ἐξαπέστειλεν] εξεβαλεν Α | ἤμων °] ὑμῶν Α | πόλις Α 13 η A* ἢν Λῆ | ἐκοπιάσατε] ἄτε sup ras B?vid | αυτης] αυτην Α I om οὐκ ° Α | ωκοδομησατε Α | οὐκ ἐφυτεύσατε] οὐ κατεφυτεύσατε 14 Κυριον] pr ’τον Α | δικαιοσύνη καὶ ἐν ευθυτητι Α | ημων] ὑμῶν Α | λαλατρευσατε Α 15 ἐκλέξασθε] ελεσθε Α | ἑαυτοῖς] αὐτοῖς Α | Α | η οἰκία] ο οἶκος Α | λατρεύσωμεν Α)

473
λαὸς εἶπεν Μὴ γένοιτο ἥμιν καταλιπεῖν κύριον, ὥστε λατρεύειν θεοῖς [*](B) ἑτέροις.

Κύριος ὁ θεὸς ἡμῶν αὐτὸς θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ἧ ἐπορεύθημεν ἐν αὔη, καὶ ἐν πᾶσιν τοῖς ἔθνεσιν οὓς παρήλθομεν δι’ αὐτῶν·

καὶ ἐξέβαλεν κύριος τὸν Ἀμορραῖον κοὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν. ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν κυρίῳ, οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν.