Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ τῷ Σαλπαὰδ υἱῷ Ὃφερ. οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ’ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νουὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Θερσά.
καὶ ἔστησαν ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι ῾Ο θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. κα ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν.
καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ἀνασσά, καὶ πεδίον Λαβὲκ ἐκ τῆς Γαλαὰδ ἥ ἐστιν πέραν τοῦ Ἰορδάνου·
ὅτι θυγατέρες υἱῶν Μανασσὴ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς καταλελιμμένοις.