Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν.
᾿Αντεῖπαν δὲ οἱ υἱοὶ Ἰωσὴφ τῷ Ἰησοῦ λέγοντες Διὰ τί μᾶς κλῆρον ἔνα καὶ σχοίνισμα ἓν ; ἐγὼ δὲ λαὸς εἰμι, καὶ ὁ θεὸς εὐλόγησέν με.
καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἰ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Ἐφράιμ.
καὶ εἶπαν Οὐκ ἀρέσκει τὸ ὄρος τὸ Εφράιμ· καὶ ἳππος ἐπίλεκτος καὶ σίδηρος τῷ τῶ κατοικοῦντι ἐν αὐτῶ ἐν Βαιθαισὰν καὶ ἐν ταῖς κώμαις , ἐν τῇ κοιλάδι ᾿Ισραήλ.
καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσήφ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς.
ὁ γὰρ δρυμὸς ἔσται σοι, ὃτι δρυμός ἐστιν, καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἰᾶται σοι. καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.
καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλώ, κα ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν·
καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραὴλ οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί.
καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ Ἓως τίνος ἐκλυθήσεσθε κληροἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμῶν ;
δότε ἐξ ὑμῶν [*](A) [*](9 om θάλασσα A 10 post λίβος ras 2 litt A? | Μανασση] pr τὼ ἦρ Α | απ] ἄπο Α 11 καιθοαν B*b] Βαιθσαν B a mg Α | Δῶρ’] Bab mg | Μαγεδδωρ Α | καὶ τὸ τρίτον] pr καὶ τοὺς κατοικοῦντας Ταναχ, υτης Α | Μαφετα] Ναφεθα Α 12 ηδυνηθησαν Α | ἤρχετο] ἤρξατο 13 om καὶ 2° Α | επικατισχυσαν Bb A | Χαναιους Α | Α 14 Ιησοι Α | ευηλογησεν με] με ηυλογησεν Α 15 εἰ 2°] + συ Α | εκκαθαρον] εκκαθαρισον Α | το Εφραιμ] om το Α 16 εἶπαν] + οἱ υἱοὶ Ιωσηφ Α | ἀρέσκει] ἀρκέσει Ba ἄρκει Α | om τὸ Εφραιμ Α ἀυτῶ Α | ἐν] ἕνεκ’ τὼ (ut vid) Ba (vid mg) | Βαιθαισαν] Βαιθσων Ιεζραελ Α 17 Ιωσηφ] + λέγων Α 18 om ἐστιν Α Bab (περσχυεις B*)] ὑπερισχύσεις Α | αὐτοῦ] αὐτὸν Α Α | ἐκρατήθη] ἐκραταιώθη Α 2 οὐκ εκληρονομησαν] οὐ κατεκληρον. Α 3 Ιησους τοῖς υἱοῖς Ισρ.] αὐτοῖς Ιησους Α | ἔδωκεν] + ἥμιν Α | ημων] pr των πατερων Α)
καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας. στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται ἀπὸ βορρᾶ.
ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ πρὸς μὲ ὧδε, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν.
οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευεὶ ἐν ὑμῖν, ἱερατεία γὰρ κυρίου αὐτοῦ· καὶ Γὰδ καὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπ’ ἁ ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς κυρίου.
καὶ ἀναστάντες οἱ ἐπορεύθησαν. καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων Πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν, καὶ παραγενήθητε πρὸς μέ· καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σληώ.
καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν, καὶ ἴδοσαν αὐτήν, καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν.
καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι κυρίου.
καὶ ἐξῆλθεν ὁ κηῆρ πρῶτος κατὰ δήμους αὐτῶν· καὶ ἐξῆλθεν ὃρια τοῦ κλήρου ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ἰωσήφ.