Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ῥουβὴν κατὰ δήμους αὐτῶν.
καὶ ἐγενήθη αὐτῶν τὰ δρία ἀπὸ Ἀροήρ, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ἀρνών, καὶ ἡ πόλις ἡ ἐν τῇ Φάραγγι Ἀρνών· καὶ πᾶσαν τὴν Μεισὼρ
ἕως Ἑσεβών, κα πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μεισώρ, καὶ Δαιβὼν καὶ Βαιμὼν Βάαλ καὶ οἴκου Μεελβὼθ
καὶ βάσαν καὶ Βακεδμὼθ καὶ Μαιφάαθ,
καὶ Καριαθάιμ ἁ καὶ Σεραδὰ κοὶ Σείων ἐν τῷ ὄρει Ἔναβ,
καὶ Βαιθφογὼρ καὶ Ἀσηδὼθ Φασγὰ καὶ Βαιθθασεινώθ,
καὶ πόσας τὰς πόλεις τοῦ Μεισώρ, καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιάμ, κα τὸν Εὐεὶ κοὶ τὸν Ῥόβοκ καὶ τὸν Σοὺρ καὶ τὸν ὢρ κοὶ τὸν Ῥόβε ἄρχοντα, ἔναρα Σειών, καὶ τοὺς κατοικοῦντας Σειών.
καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεὼρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ.
ἐγένετο δὲ τὰ ὅρια Ῥουβήν, Ἰορδάνης ὅριον. αὕτη ἡ κληρονομία υἱῶν Ῥουβὴν κατὰ δήμους αὐτῶν, οἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
Ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν.
καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ, πᾶσαι αἱ πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἄμμων ἕως Ἄραβά, ἥ ἐστιν κατὰ πρόσωπον Ἀράδ,
καὶ ἀπὸ Ἑσεβὼν ἕως ἀραβὼθ κατὰ τὴν Μασσηφά, καὶ Βοτανεὶ καὶ Βαὰν ἕως τῶν ὁρίων Δαιβών,
καὶ ’Eναδὼμ καὶ Ὀθαργαεὶ καὶ Βαινθαναβρὰ κα Σοκχωθὰ καὶ Σαφάν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἑσεβών· καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενέρεθ πέραν τοῦ Ἰορδάνου ἀπ’ ἀνατολῶν.
αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν· ἐπιστρέψουσιν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν· ὅτι ἐγενήθη κατὰ [*](Α) [*](14 Ιεριχω BbA 16 ἀυτῶν] ἀυτῶ Α | η ἐν] om η Α | Μισωρ Α 17 Μεισωρ] Βισωρ Α | Δαιβωρ Α | Βαιμων Βααλ] Βαμωθ Βααλ Α | οἴκους Α | Βελαμων Α 18 βάσαν καὶ Βακεδμωθ κα Μαιφααθ] Ιασσα κα καὶ Μηφααθ Α 19 Σεραδα] Σαρθ Α Ι Σείων (Σιων B b)] Σιωρ A Ενακ Α 20 Βεθφογωρ Α | Βαιθθασεινωθ] βΒησιμουθ Α 21 Μισωρ A | Σηων] Σηωρ Α Ευι Α | Ροβοκ] Ροκομ Α | Ροβε[ Ρεβεκ Α | ἄρχοντ’ B*bA] ἄρχοντας B?vid | om ἔναρα Α | Σειων 1°] Σηωρ Α | Σείων 2°] B b τὴν γῆν Α 23 εγενετο] pr ras 1 (?) lit B ? | om ἀυτῶν 2° Α ημισυ] om τὸ Α | Ἄραβα] Αρωηρ A | Αραδ] Ραββα Α 26 αραβωθ] Α | Μασσηφα] Μασφα Α | Βοτανει] Βοτανιν Α | Βααν] Μααν B ab Μαναιμ τῶν ὧν Bb (των ὀρείων B*)] om τῶν Α | Δαιβων] Δαβειρ Α 27 Εναδωμ] Νεμεκ Βηθαραμ Α | om καὶ Οθαργαει Α | Βαινθαναβρα] Βηθαμνα Α | Σοκχωθα] Σωχω Α | Σαφῶν Α | om καὶ 7° Α | οριει] μεριεῖ 28 ἀυτῶν 1°] + καὶ κάτα πόλις ἀυτῶν Α | om αυχενα...πολεις αυτων A)
Καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσὴ κατὰ δήμους αὐτῶν.
καὶ ἐγένετο τὰ δρία αὐτῶν ἀπὸ Μαανὰ καὶ πᾶσα βασιλεία Βασανεὶ καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως βασᾶν, καὶ πάσας τὰς κώμας Ἰαεὶρ αἵ εἰσιν ἐν τῆ Βασανείτιδι, ἑξήκοντα πόλεις·
καὶ τὸ ἥμισυ τῆς Γαλαάδ, καὶ ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν πόλεις βασιλείας Ὢγ ἐν Βασανείτιδι, τοῖς υἱοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ κατὰ δήμους αὐτῶν.