Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καἰ ἀνδρίζου, μὴ δειλιάσῃς [*](B) μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ κύριος ὁ θεός σου εἰς πάντα οὗ πορεύῃ.

Καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων

Εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ, καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες Ἑτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην τοῦτον, εἰσελθόντες κατασχεῖν τὴν γῆν ἢν Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.

Καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ εἶπεν ’

Μνήσθητε τὸ ῥῆμα ὅ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου κύριος ὁ θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην.

αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ ᾗ ἔδωκεν ὑμῖν· ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν, πᾶς ὁ ἰσχύων, καὶ συμμαχήσετε αὐτοῖς

ἕως ἄν καταπαύσῃ κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν ἢν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς· καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἢν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ἰορδάνου ἐπ’ ἀνατολῶν ἡλίου.

καὶ ἀποκριθέντες τῷ Ἰησοῖ εἶπ’ ἀν’ Πάντα ὅσα ἄν ἐντείλῃ ἡμῖν ποιήσομεν, καὶ εἰς πάντα τόπον οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς πορευσόμεθα.

κατὰ πάντα ὅσα ἠκούσαμεν Μωυσῆ ἀκουσόμεθα σοῦ· πλὴν ἔστω κύριος ὁ θεὸς ἡμῶν μετὰ σοῦ ὃν τρόπον ἢν μετὰ Μωυσῆ.

ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήσῃ σοι, καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἄν αὐτῷ ἐντείλῃ, ἀποθανέτω. ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.

Καὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς Ναυὴ ἐκ Σάττειν δύο νεανίσκους [*](9 εντεταλμαι] ἐντέλλομαι Α | ισχυε] ἴσ’... F | μὴ δειλιάσῃς (διλ. A)] διλιασεις F | φοβηθης] πτοηθῇς F | om σου 2° Α | πάντα] + τόπον F ἔαν] ἀν’ F 10 γραμματεῦσι Α 11 εντιλασθαι Α | ετοιμαζεσθε (ετοιμαζεσθαι A)] ἑτοιμάσατε ἑαυτοῖς F | om καὶ 2° Α | F)] διαβήσεσθαι Α | ὕμιν] + κληρονομῆσαι F 12 Ιησους] κύριος λέγων F 13 ῥῆμα] + κݲυݲ AF | ενετειλατο] ἐλάλησεν F 14 καὶ τὰ κτήνη ὑμῶν F* (hab F1 mg) | ὕμιν] + Μωυσης πέραν του Ιορδανου F προτεροι] πρότερον Α | συμμαχησεται BA συμμαχήσατε Fa | pr ras r lit Α? εαυτοις A*vid) 15 ἤμων 1°] ὑμῶν F | Α | ἤμων 2°] ὑμῶν Α | αὐτοῦ] ἑαυτοῦ AF1 + καὶ ἀυτὴν F | ἔδωκεν F | Μωυσης] + δοῦλος κυρίου F | εἰς τὸ πέραν] ἐν τὼ π. AF | ἐπ’] ἀπ’ Α ἄπο F 16 Ιησοι Bab (in mg et sup ras) F*] Ιησου AF1 | ar] a sup ras B? | ημιν ἥμιν F 17 Κυριος] “ adest “adest litura vid” in B 18 ἔαν] ἀν’ F | ἀπιθήσει Α | oaru] ὃς ἔαν Α ὃς ἀν’ F | om ἀν’ F* (hab superset F1) | εντειλη ἀυτῶ AF | ἄλλαι pr πλὴν F II 1 ἐκ Σάττει Α θξαττειν (sic) F | νεανίσκους] pr ἄνδρας F)

422
[*](B) κατασκοπεῦσαι λέγων Ἀνόβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν Ἰερειχώ. καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ἰερειχώ, καὶ εἰσήλθοσαν εἰς οἰκίον γυναικὸς πόρνης ᾗ ὄνομα Ῥαάβ, κα κατέλυσαν ἐκεῖ.

καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἰερειχὼ λέγοντες Εἰσπεπόρευνται ὦδε ἄνδρες τῶν υἱῶν Ἰσραὴλ κατασκοπεῦσαι τὴν γῆν.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰερειχὼ καὶ εἶπεν πρὸς Ῥαὰβ λέγων Ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα· κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν.

καὶ λαβοῦσα ἡ γυνὴ τοὺς δύο ἄνδρας ἔκρυψεν αὐτούς, καὶ εἶπεν αὐτοῖς λέγουσα Εἰδεληλύθασιν ἄσιν πρὸς μὲ οἱ ἄνδρες·

ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον. οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήμψεσθε αὐτούς.