Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

[*](Β)

ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυὴ τῷ ὑπουργῷ Μωυσῆ λέγων

Μωυσῆς ὁ θερόπων μου τετελεύτηκεν. νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, εἰς τὴν γῆν ἢν ἐγὼ δίδωμι αὐτοῖς.

πᾶς ὁ τόπος ἐφ’ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ·

τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης· ἀφ’ ἡλίου δυσμῶν ἱστοὶ τὰ δρία ὑμῶν.

οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐνκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε.

ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ διελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν ἢν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς.

ἴσχυε οὑν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι ὁ παῖς μου, καὶ οὐκ ἐκκλινεῖς ἀπ’ αὐτῶν εἰς δεξιὰ οὐδὲ ἀριστερά, γα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς.

καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῇ ἡμέρας καὶ νυκτός, ἵνα εἰδῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ καὶ εὐοδώσει τὰς ὁδούς σου, καὶ τότε [*](AF) [*](Inscr Ιησους BF + ὑίος Ναυη Α Ι 1 sqq multa exesa rescr 1 Μωυση 1°] + δούλου κυρίου F | εἶπεν] pr καὶ Α | Ιησου AF | λιτουργω Α 2 Ιορδανην] + τουτον F 3 om ο F 4 Αντιλιβ.] + τουτον F | ἕως 2°] pr πάσαν τὴν γῆν του Χετταιου F | om ἔσται Α* (hab Α a? (mg) ) τὰ ὀρία ὑμῶν sup ras (pr ras i lit) Aa 5 ενκαταλειψω εγκ. B b F)] ἐγκαταλείπω Α 6 διελεῖς] αποδιελεις B ab mg ἀποδιαστελεῖς AF | υμων] ἀυτῶν sup ras Α a? | δοῦναι αὐτοῖς sup ras A a ? 7 ανδριζου· φυλασεσθε (sic) F | om καὶ 2° F | καθότι] pr κάτα πάντα ’τον νόμον F | om και ο F | εἰς 1° AF | οὐδὲ] η AF | ἴνα συνῆς] ιν...|νης F 8 ἀυτὴ Β* b ἀυτῶ AF | ειδης] συνῆς AF | γεγραμμενα] + ἐν ἀυτῶ F | τότε 1°] pr ὅτι F AF)

421
συνήσεις.