Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καἰ ἀνδρίζου, μὴ δειλιάσῃς [*](B) μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ κύριος ὁ θεός σου εἰς πάντα οὗ πορεύῃ.

Καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων

Εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ, καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες Ἑτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην τοῦτον, εἰσελθόντες κατασχεῖν τὴν γῆν ἢν Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.

Καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ εἶπεν ’

Μνήσθητε τὸ ῥῆμα ὅ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου κύριος ὁ θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην.

αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ ᾗ ἔδωκεν ὑμῖν· ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν, πᾶς ὁ ἰσχύων, καὶ συμμαχήσετε αὐτοῖς

ἕως ἄν καταπαύσῃ κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν ἢν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς· καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἢν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ἰορδάνου ἐπ’ ἀνατολῶν ἡλίου.

καὶ ἀποκριθέντες τῷ Ἰησοῖ εἶπ’ ἀν’ Πάντα ὅσα ἄν ἐντείλῃ ἡμῖν ποιήσομεν, καὶ εἰς πάντα τόπον οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς πορευσόμεθα.