Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τὸ πρωὶ [*](AF 56 κόλπω] pr τω AF | ἀυτης 5° Ba (superscr ης) AF] αυτου B* 57 τεκνον] + αυτης AF | αν] εαν AF | om σου 1°, 2° AF | η] + αν Α | om σου 3° F | ταις πολεσιν] pr πασαις AF 58 εαν] + δε F | εισακουσητε AF | φοβεισθε Α | εντιμον] + και Α + τουτο και F 59 om τας πληγας σου και F | om και νοσους πονηρας και πιστας B* (hab B ab mg AF) 60 επιστρεψει] + επι σε AF | om εν F 61 om πασαν 2° Α | την μη γεγραμμ.] + και πασαν την γεγραμμενην Α + και την γεγραμμ. F | τουτου] + και πασαν την γεγραμμενην B ab mg 62 καταλειφθησεσθε (καταλειφθησεσθαι Α)] καταλείψει σε F | τω πληθει] εις πληθος F | εισηκουσατε AF | σου] υμων AF 63 ηυφρανθη AF vid | υμας 1°] + και πληθυναι υμας Α | om εν ταχει Α | εισπορευη Β (-ει Α * vid)] υμεις εισπορευεσθαι A a (εσθαι εκει κληρο sup ras et in mg) | κληρονομησαι Α 64 ους | οις Α 65 ουδ ου] ουδε Α | om ετεραν Α | απειθουσαν] αθυμουσαν Α | εκλιποντας] εκλειποντα Α 66 κρεμαμενη] κεκραμενη A)

403
ἐρεῖς Ἠὼς ἄν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς Ἠὼς ἂν γένοιτο Ρ, πρωί; ἀπὸ τοῦ φόβου τῆς καρδίας σου αἰ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ.

καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις, ἐν τῇ ὁδῷ ᾗ εἶπα Οὐ προσθήσει ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.

Οὗτοι οἱ λόγοι τῆς διαθήκης οὓς ἐνετείλατο κύριος στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης ἧς διέ- θέτο αὐτοῖς ἐν Χωρήβ.

Καὶ ἐκάλεσεν Μωυσῆς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς Ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ·

τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα·

καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης.

καὶ ἤγαγεν ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν.

ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σίκερα οὐκ ἐπίετε, ἴνα γνῶτε ὅτι Κύριος ὁ θεὸς ὑμῶν ἐγώ.

καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου, καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν καὶ Ὢγ βασιλεὺς βασᾶν εἰς συνάντησιν ὑμῖν ἐν πολέμῳ· καὶ ἐπατά- ξαμεν αὐτούς,

καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ῥουβὴν καὶ τῷ Γαδδεὶ καὶ τῷ ἡμίσει φυλῆς Μανασσή.

καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα ὅσα ποιήσετε.

Ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν, πᾶς ἀνὴρ Ἰσραήλ·