Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσεν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σή- μερον.
ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε ὅν τρόπον ἐλάλησέν σοι, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν.
Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεὸς ὅς σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου, οὐδ’ οὐ μὴ συνσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου·
ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῶ, δάνιον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται.
πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων Ἐηίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου [*](AF) [*](25 ἔαν] ἀν’ F | ἐπιθύμει] επιθυμη AF | προβάτοις ἔπι οἴνω η ἔπι σκερα η ἔπι παντὸς οὐ ἔαν επιθυμη η ψύχη σὸς AF I ἔναντι AF | om καὶ ευφρανθηση Α | ὑίος] οἶκος AF 26 Λευιτης AF (item 28) | om ἀυτῶ Α 28 ευλογησει Α | πᾶσ’ F | ἔργοις] + σου AF XV 2 επικεκλ. γὰρ] ὅτι επικεκλ. AF | η ἄφεσις] om η AF 3 του αδελφου] τὼ ’δε ἀδελφὼ AF 4 εὐλόγων] pr δία τὸ ῥῆμα τοῦτο F1mg | κατακληρονομειν σε] κατακληρονομησαι AF 5 ἀκοὴ] ἀκουὴ Α | εισακουσης Α | om καὶ ποιεῖν Α | ὅσας] ἃς AF 6 ἔθνεσι Α | ἄρξεις] σὺ αρξη Α αρξεις σὺ F | ἐθνῶν πολλῶν] πολλῶν ἐθνῶν Α 7 τῶν αδελφων] pr ἐκ AF | διδ. (roij + ὲν κλήρω Α I ἀποστέρξεις] ἀποστρέψεις AF | οὐδ’ οὐ] οὐδὲ AF | συσφιγφεις Α 8 επιδεεται] ἀν’ ἐπιδέηται AF | καθότι ἐνδεεῖται] κα καθ’ ὅσον ὑστερεῖται AF 9 om ἐν τῆ καρδία σου F*vid (hab Fmg) | της ἀφέσεως] om τῆς Α)
διδοὺς δώσεις αὐτῶ, δάν ἴον δανιεῖς αὐτῶ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται· καὶ οὐ λυπηθήσῃ τῇ καρδία σου διδόντος σου αὐτῷ, ὅτι διὰ τὸ ῥῆ μὰ τοῦτο εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.
οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου.
Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Ἐβραῖος καὶ ἡ Ἐβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ.
ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν·
ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τοῦ οἴνου σου· καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου, δώσεις αὐτῷ.
καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου, καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.
ἐὰν δὲ λέγῃ πρὸς σέ οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπηκέν σε καὶ τὴν οἰκίαν σου, ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί·
καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν, καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ποιήσεις ὡσαύτως.
οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ, ὅτι ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη· καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν οἷς ἐὰν ποιῇς.
Πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσίν σου καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἁγιάσεις κυρίῳ τῷ θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ οὐ μὴ κείρῃς τὰ πρωτότοκα τῶν προβάτων σου·
ἔναντι Κυρίου φάγῃ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου. [*](9 δωσεις] δὼς F | βοήσεται AF 10 διδους] μεταδιδοὺς F | δάνιον] pr AF καὶ Bab (superscr) AF | ἐπιδέεται] ἀν’ ἐπιδέηται σου AF | om καθότι ἐνδεεῖται AF | λυπηθήσῃ] λυπήσῃ Α | πάσι (1°) AF | εργοις] + σου AF 11 AF | γῆς 1°] + σου AF | om ποιεῖν Α | επιδεομενω] δεομένω Α ενδεομεων 12 κα 1°] η AF | σοι 1°] οἱ sup ras Aa 13 om ὅταν δε...απο σου Babmg) | εξαποστελλης] ἐξαποστελεῖς F* ἐξαποστέλλεις F1(vid) | κενον] καῖνον Α 14 του οινου] τῆς ληνοῦ AF | om σου 3° F | ηὐλόγησεν AF 15 AF | om καὶ ελυτρωσατο...εκειθεν B* (hab Babme) Ἴ’ om σε F 16 ηγαπησεν AF | ἐστιν ἀυτῶ AF 17 om καὶ 1° AF | ωτιον οὑς AF | ἔπι F | θύραν] + ἔπι ’τον σταθμὸν A a (sup ras) F1mg | σοι οἰκέτης] οικ. σου AF 18 om σε B 19 ἔαν] ἀν’ F | τοι, βουσὶν AF | τὰ πρωτότοκα] τὸ πρωτότοκον AF 20 Κυριου] + του θῦ σου AF | εαν] ἀν’ AF)
καὶ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, χωλὸν ἢ τυφλόν, μῶμον πονηρόν, οὐ θύσεις αὐτὸ Κυρίῳ τῷ θεῷ σου·
ἐν ταῖς πόλεσίν σου φάγῃ αὐτό, ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται, ὡς δορκάδα ἢ ἔλαφον·
πλὴν αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ.
φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός.