Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.

οὐ φάγῃ ἐπ’ αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φάγῃ ἐπ’ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν.

οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωί.

οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι·

ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου.

καὶ ἑψήσεις κα ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ οὗ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν· καὶ ἀποστραφήσῃ τὸ πρωὶ καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου.

ἕξ ἡμέρας φάγῃ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον, ἑορτὴ κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν οὐτῇ πᾶν ἔργον, πλὴν ὅσα ποιηθήσεται ψυχῇ.

ἑπτὰ ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ. ἀρξαμένου σου δρέπανον ἐπ’ ἀμητὸν ἄρξῃ ἐξαριθμῆσαι ἑ.πτὰ ἑβδο- μάδας.

Καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου καθότι ἡ χείρ σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ θεός σου.

καὶ εὐφρανθήσῃ ἐναντίον τοῦ θεοῦ σου, καὶ ὁ υἱός σου καὶ ἡ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευείτης καὶ ὁ [*](AF) [*](21 κα εαν] ἔαν ’δε AF | η] pr μὴ B* (om Bab) | μῶμον πόνηρον] η καὶ πᾶς μῶμος πόνηρος AF 22 εδεται] φάγεται AF 23 αιμα] pr τὸ AF + αὐτοῦ F | φαγεσθε] φάγῃ AF XVI 1 om τὼ 2° F 2 εαν] AF | θεος] θ sup ras Bb?c? 3 ἐξήλθατε F | om ἐξ Αἶγ’. ἴνα μνήσθητε F* (hab F1(mg)vid) | ἐξ Αἶγ’.] + νυκτὸς Aa (sup ras) | om ἴνα Aa | μνη sup ras Α a 4 πᾶσιν Α | ἔαν] ἀν’ AF | θυσης] θύσητε AF 6 ἔαν] ἀν’ AF | θυσεις] θύσαι Α | δυσμὰς AF | εξ] εκ γῆς AF 7 οὐ ἔαν] ω ἀν’ AF | ελευση] απελευση AF | τοὺς οι|κουσου (sic) F 8 ψυχη] ψυχηι (sic) Bb 9 ἔπτα εβδομαδας] + ὁλοκλήρους Α α εβδ. ολο sup ras Aa seq ut vid spat 3 litt) F 10 ποι- F | ἰσχύι (sic) η χεὶρ σου AF | δῶ] + σοι καθότι ηυλογησεν σε AF 11 ἔναντι AF | του θεοῦ σου] pr κυρίου F | καὶ 2°] pr σὺ AF | Λευιτ. BbAF item 14)] + ο ἐν ταῖς πόλεσιν σου AF)

377
καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται [*](B) Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ·

καὶ μνησθήσῃ ὅτι οἰκέτης ἐγένου ἐν γῇ Αἰγύπτῳ, καὶ φυλάξῃ καὶ ποιήσεις τὰς ἐντολὰς ταύτας.

Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν σε ἐκ τοῦ ἅλωνός σου κα ἀπὸ τῆς ληνοῦ σου·

καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευεὶτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσίν σου.

¨ἑπτὰ ἑορτάσεις κυρίῳ τῷ θεῷ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῶ· ἐὰν δὲ εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν γένημασίν σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔση εὐφραινόμενος.

τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται αὐτὸν κύριος, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων, καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων, καὶ ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας. οὐκ ὀφθήσῃ ἐνώπιον κυρίου τοῦ σου κενός·

ἕκαστος ἕκαστος κατὰ δύναμιν τῶν χειρῶν ὑμῶν, κατὰ εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἢν ἔδωκέν σοι.

Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς σου αἷς κύριος ὁ θεός σου δίδωσίν σοι κατὰ φυλάς, καὶ κρινοῦσιν τὸν λαὸν κρίσιν δικαίαν·

οὐκ ἐπιγνώσονται πρόσωπον, οὐδὲ λήμψονται δῶρον· τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαρεῖ λόγους δικαίους.

δικαὶως τὸ δίκαιον διώξῃ, ἵνα ζῆτε καὶ εἰσελθόντες κλήρωνομήσετε τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι.

Οὐ φυτεύσεις σεαυτῷ ἄλσος· πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον τοῦ θεοῦ σου οὐ ποιήσεις σεαυτῷ. οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησεν Κὐριος ὁ θεός σου.