Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν·

ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τοῦ οἴνου σου· καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου, δώσεις αὐτῷ.

καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου, καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.

ἐὰν δὲ λέγῃ πρὸς σέ οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπηκέν σε καὶ τὴν οἰκίαν σου, ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί·

καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν, καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ποιήσεις ὡσαύτως.

οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ, ὅτι ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη· καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν οἷς ἐὰν ποιῇς.

Πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσίν σου καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἁγιάσεις κυρίῳ τῷ θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ οὐ μὴ κείρῃς τὰ πρωτότοκα τῶν προβάτων σου·

ἔναντι Κυρίου φάγῃ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου. [*](9 δωσεις] δὼς F | βοήσεται AF 10 διδους] μεταδιδοὺς F | δάνιον] pr AF καὶ Bab (superscr) AF | ἐπιδέεται] ἀν’ ἐπιδέηται σου AF | om καθότι ἐνδεεῖται AF | λυπηθήσῃ] λυπήσῃ Α | πάσι (1°) AF | εργοις] + σου AF 11 AF | γῆς 1°] + σου AF | om ποιεῖν Α | επιδεομενω] δεομένω Α ενδεομεων 12 κα 1°] η AF | σοι 1°] οἱ sup ras Aa 13 om ὅταν δε...απο σου Babmg) | εξαποστελλης] ἐξαποστελεῖς F* ἐξαποστέλλεις F1(vid) | κενον] καῖνον Α 14 του οινου] τῆς ληνοῦ AF | om σου 3° F | ηὐλόγησεν AF 15 AF | om καὶ ελυτρωσατο...εκειθεν B* (hab Babme) Ἴ’ om σε F 16 ηγαπησεν AF | ἐστιν ἀυτῶ AF 17 om καὶ 1° AF | ωτιον οὑς AF | ἔπι F | θύραν] + ἔπι ’τον σταθμὸν A a (sup ras) F1mg | σοι οἰκέτης] οικ. σου AF 18 om σε B 19 ἔαν] ἀν’ F | τοι, βουσὶν AF | τὰ πρωτότοκα] τὸ πρωτότοκον AF 20 Κυριου] + του θῦ σου AF | εαν] ἀν’ AF)

376
[*](B)

καὶ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, χωλὸν ἢ τυφλόν, μῶμον πονηρόν, οὐ θύσεις αὐτὸ Κυρίῳ τῷ θεῷ σου·

ἐν ταῖς πόλεσίν σου φάγῃ αὐτό, ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται, ὡς δορκάδα ἢ ἔλαφον·

πλὴν αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ.

φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός.

καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.

οὐ φάγῃ ἐπ’ αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φάγῃ ἐπ’ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν.

οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωί.

οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι·

ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου.

καὶ ἑψήσεις κα ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ οὗ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν· καὶ ἀποστραφήσῃ τὸ πρωὶ καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου.

ἕξ ἡμέρας φάγῃ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον, ἑορτὴ κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν οὐτῇ πᾶν ἔργον, πλὴν ὅσα ποιηθήσεται ψυχῇ.

ἑπτὰ ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ. ἀρξαμένου σου δρέπανον ἐπ’ ἀμητὸν ἄρξῃ ἐξαριθμῆσαι ἑ.πτὰ ἑβδο- μάδας.