Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, ὀστοῦν οὐ συντρίψουσιν ἀπ’ αὐτοῦ· κατὰ τὸν νόμον τοῦ ποιήσουσιν αὐτό.

καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ καὶ ἐν ὁδῷ μακρᾷ οὐκ καὶ καὶ ὑστερήσῃ ποιῆσαι τὸ πάσχα, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· ὅτι τὸ δῶρον κυρίῳ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήμψεται ὁ ἄνθρωπος ἐκεῖνος.

ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν καὶ τὸ πάσχα κυρίῳ, κατὰ τὸν νόμον τοῦ πάσχα καὶ κατὰ τῆ αὐτοῦ ποιήσει αὐτό· νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῆς γῆς.

[*](ΙΧ 1 Σίνα B1AF 3, 5, 11 τεσσαρισκαιδεκ. Bab 3 ποιήσεις ποιήσετε AF Ι καιρους] καῖρον αὐτοῦ Α καίρους αὐτοῦ F 5 του Σινα του Σίνα BbF ψυχγ] F 7 εἶπον Fcorrvid | αυτον] αυτους AF Ι προσένεγκαι] pr ὥστε AF 8 πρὸς αὐτοὺς Μωυσης B?AF | ἐντελεῖται] ἐντέλλεται F 10 ενα] ἀν’ F f ἀνθρώπου] ἀν’ (in ανݲοݲυݲ sup ras ὕμιν] pr η ἐν Α | κυρίω] pr τὼ AF 11 τὸ πρὸς ἐσπέραν] om τὸ AF 12 συντρίψουσιν] συντρίψεται Α 13 ἔαν] ἀν’ AF | μάκραν AF j F | ποιησαι] pr του Α | κݲυݲ AF | προσήνεγκαν Α* (προσηνεγκεν 14 ποιήσει °] ποιήση F | ποιήσει 2°] οὕτως ποιήσει Α οὕτως ποιήσουσιν F)
276
[*](B)

Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνὴ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί.

οὓτως ἐγίνετο διὰ παντός, ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα.

καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ἰσραὴλ· καὶ ἐν τῶ τόπω οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραὴλ.

διὰ προστάγματος κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ. διὰ κυρίου ἀπαροῦσιν· πάσας τὰς ἡμέρας ἐν αἷς σκιάζει ἡ ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ.

καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ θεοῦ καὶ οὐ μὴ ἐξάρωσιν·

καὶ ἔσται ὅταν σκεπάσῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς κυρίου παρεμβαλοῦσιν καὶ διὰ προστάγματος Τυρίου ἀπαροῦσιν.

καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ’ ἑσπέρας ἕως πρωί, καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν, ἡμέρας ἢ νυκτός.

μηνός, λοῦσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οὐ μὴ ἀπάρωσιν.

ὃτι διὰ προστάγματος Κυρίου ἀπαροῦσιν, τὴν φυλακὴν κυρίου ἢν ἐφυλάξαντο διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυσῆ.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ποίησον σεαυτῷ δύο σάλπιγγας, ἐλατὰς ἀργυρᾶς ποιήσεις σεαυτῷ· καὶ ἔσονταί σοι ἀνασυναγωγὴν καλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς.

καὶ σαλπίσεις ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·

ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσιν, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες, ἀρχηγοὶ Ἰσραὴλ.