Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβαλοῦσαι ἀνατολάς·

καὶ σαλπιεῖτε σημασίαν σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ [*](AF 15 σκήνης] γῆς Α 16 ἐγείνετο Β* εγιν. Bb) 17 ἄπηρον AF Ι παρενέβαλλον AF 18 παρεμβαλοῦσιν 1°] παρεγμβαλλ. Α Ι δία 2°] pr καὶ BabAF 19 ὅταν] ὀπὰν F* ὁτ’. F1) Ι om Ισραηλ (superscr F1) 20 ἀπαροῦσιν] ἐξαροῦσιν Α 21 ἑσπέρου 21 F | om πρώι καὶ αναβη η νεφέλη F Ι νυκτὸς] + καὶ ἀνάβη ἀνέβη F) η νεφέλη ἀπαροῦσιν AF 22 μηνὸς] pr ἡμέρας η AF Ι om τῆς νεφέλης σκιαζουσης AF Ι παρεμβαλωσιν Α | ἀπαροῦσιν F 23 om ὅτι δία προστάγματος κυρίου ἀπαροῦσιν F | om ἢν BabAF | ἐφύλαξαν AF X 2 ἀργυρᾶς· ἐλάτας AF | σεαυτῷ 2°] Bab (sup ras) AF 3 σαλπιεῖς BabAF 4 σαλπιωσιν F 5 βάλλ’. BabAF 6 δεύτερον Bab Ι λίβα] νότον AF j om πάρα Α)

277
σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι [*](B) πρὸς βορρᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν.

καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ.

καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.

ἐὰν; δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν.

καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασιν καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ θεοῦ ὑμῶν· ἐγὼ κύριος ὁ Θεὸς ἑὸς ὑμῶν.

Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου,

καὶ ἐξῆραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σεινά. καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.

καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ.

καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσὼν υἱὸς Ἀμειναδάβ·

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σεγάρ·

καὶ ἐπὶ τῆς δυνάμεως υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών·

καὶ καθελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν καὶ οἱ υἱοὶ Μεραρεί, αἴροντες τὴν σκηνήν.

Καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ῥουβὴν σὺν δυνάμει αὐτῶν, καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισοὺρ υἱὸς Σεδιούρ·

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί.

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ Ἐλεισὰφ ὁ τοῦ Ῥαγουήλ.