Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς λόγοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί Δῴη κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην·

καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου, πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου. καὶ ἐρεῖ ἡ γυνή [*](10 ἑκάστω] ἑκάστου BabAF Ι om ἀνὴρ ὃς ἔαν δῶ τὼ ἱερεῖ ἀυτῶ ἔσται F* AF (hab F a mg) | ἀνὴρ] pr καὶ BabA | ἔαν] ἀν’ Α 13 μετ’ ἀύτης τις Α | η 1°] pr μὴ Α | ην]η AF | μετ ἀύτης 2°] κα ἀύτης AF 14 ἀάτη ζηλωσεως sup ras Aa | om ’δε 1° Α 15 προσοίσει] οἴσει Α | ἐπιχέεις F ἐπιθήσεις F 18 ο ἱερεὺς τὴν γυναῖκα AF | om του μνημοσύνου τὴν θυσίαν B* (hah Bab mgg A) του μνῆμ’. τῆς θυσίας F | του επικ τούτου] τὸ το επικαταρωμενον τοῦτο AF 19 ὕπο] πρὸς Α 21 λογοις] ὅρκοις AF j σε κݲςݲ Α | om σου 3)

266
[*](B) Γένοιτο, γένοιτο.

καὶ γράψει ὁ ἱερεὺς τὰς ἅς ταύτας εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου·

καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ.

καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον·

καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας [*](§ℵ) μνημόσυνον § αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον, καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ.

καὶ ἔσται ἐὰν ἦ̣ μεμιαμμένη καὶ λήθη λάθῃ τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, λίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς·

ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ, καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα.

Οὗτος ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὕπανδρος οὖσα καὶ μιανθῇ,

ἢ ἄνθρωπος ὧ ἐὰν ἐπέλθῃ ἐπ’ αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ· καὶ στήσει τὴν γυναῖκα αὐτοῦ ἔναντι κυρίου, καὶ ποι- [*](¶ ℵ) ¶ αὐτῇ αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον·

καὶ ἀθῷος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας, καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς.