Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ [*](AF 46 επεσκεψατο] επεφατο F | om καὶ 2° Β* (hab Bab) | Ισραλη] pr ὑιῶν AF λευίτας BbAF i δήμους] † ἀυτῶν AF | om καὶ 3° AF | πατρίων] † αυτων 48 om και AF [ ευεννηθησαν Α | επισκεπεντες | επισκεπεντες| επεσκεμμενοι καἰ πεντήκοντα Α 49 ἐπεσκέψατο] pr οὑς Α | κατ’] κάτα Α | αἴρουσιν] ἐροῦσιν F V 2 παρεμβολης] συναγωγης Α | γονορυη F 3 om μὴ AF | καταγεινομαι AF 4 om αὐτοὺς Α Ι Muvo-rj] pr τὼ AF 6 om λέγων F* (hab F 1 mg) | τῶν αμαρτιων] pr πασῶν F | om πλημμελῶν BabAF 7 ἐποίησεν] ἥμαρτεν Α | τινι] pr εἰ F 80 ἄγχιστ’.] om ο Α | κυρίω] pr τὼ AF | ἐξιλασμοῦ Α 9 κατα] καὶ AF | ἀν’] ἔαν Α Ι τὼ κω om τὼ AF)

265
τὰ ἡγιασμένα αὐτοῦ ἔσται· ἀνὴρ ὃς ἐὰν δῷ τῷ ἱερεῖ, αὐτῷ [*](Β)

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Αάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἀνδρος ὀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα,

καὶ κοιμηθῇ τις μετ’ αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιαμμένη, καὶ μάρτυς μὴ ἦν μετ’ αὐτῆς καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη·

καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ λώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιαμμένη·

καὶ καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἴε ῥέα, καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφί, ἄλευρον κρίθινον· οὐκ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον, ἔστιν γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν.

καὶ προσάξει αὐτὴν ὁ ἱερεύς, καὶ στήσει αὐτὴν ἔναντι κυρίου·

καὶ καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀηίῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ·

καὶ καὶ στήσει τὴν γυναῖκα ὁ ἱερεὺς ἔναντι κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικός, καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου.

καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῆ γυναικί Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου.

εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα ἢ μεμίανσαι, καὶ ἔδωκέν τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου·