Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἢ διὰ ἐν αὐτὸν τῇ χειρί, καὶ ἀποθάνῃ, θανάτω θανατούσθω ὁ πατάξας, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ ἄγχι. στεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῶ.

ἐὰν δὲ ἐξάπινα οὐ δι’ ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου,

ἢ παντὶ λίθῳ ἐν ὧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδώς, καὶ ἐπιπέσῃ ἐπ’ αὐτόν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν·

καὶ κρινεῖ ἡ σθμαγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα.

καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέ- φυγεν, καὶ κατοικήσῃ ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ.

ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς πόλεως εἰς ἢν κατέφυγεν ἐκεῖ,

καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ, καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν·

ἐν γὰρ τῇ πόλει τῆς καταφυγῆς κατοικείτω ἕως ἄν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας· μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.

καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις ὑμῶν.

πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχῆς ἀποθανεῖν·

καὶ οὐ λήμψεσθε λύτρα περὶ ψυχῆς παρὰ τοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι, θανάτῳ γὰρ θανατ·ωθήσεται.

οὐ λήμψεσθε λύτρα τοῦ φυγεῖν εἰς πόλιν φυγαδευτηρίων, τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας.

καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν εἰς ἢν ὑμεῖς κατοικεῖτε, τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος [*](AF) [*](19 ἀυτῶ· οὕτος F 20 επιριψη B?AF | om πὰν σκεῦος Bab 21 αποκτενει] πατάξει Α 22 ἐξαπίνης AF | επιρριψη F 23 οὐδὲ] οὐ F 24 — 25 κάτα τὰ κρίματα ταυτα...η σὺν. εἰς τὴν partim sup ras partim in mg inf Bab (om ’τον φονευσαντα...η συναγωγὴ B*vld) 25 εξελειτε Α | αποκαταστησουσιν...φυγ. αὐτοῦ] εἰς τὴν πόλιν του φυγαδευτηρίου ἀποκαταστήσει αὐτὸ η συναγωγη Α | κατοικήσει AF 28 καταφυγης] + αὐτοῦ AF | μέτα το pr καὶ BabAF 30 φονεύσει Α | ψύχης] ψύχην AF 31 περι] επι Α 32 φυγαδευτηρίων] pr τῶν BabAF 33 εἰς ἢν] ἐφ’ ἦς AF | κατοικειτε] a | + ἐπ’ ἀύτης AF | ουκ] οὐ μὴ Α | ἄπο] πέρι F | του εκχυθ.] τ 1° sup ras B*vid)

337
ἐπ᾿ αὐτῆς ἀλλ’ ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος.

καὶ οὐ μιανεῖτε τὴν [*](B) γῆν ἐφ’ ἧς κατοικεῖτε ἐπ’ αὐτῆς, ἐφ’ ἧς ἐγὼ κατασκηνώσω ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι κύριος κατασκηνῶν ἐν μέσω τῶν υἱῶν Ἰσραήλ.

Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰλ υἱοῦ υἱοῦ Μανασσὴ ἐκ τῆς φυλῆς υἱῶν Ἰωσήφ, καὶ ἐλάλησαν ἔναντι καὶ ἔναντι Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν υἱῶν Ἰσραήλ·

καὶ εἶπαν τῷ κυρίῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ κυρίῳ συνέταξεν Κύριος δοῦναι τὴν κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ·

καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν Ἰσραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν, καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς οἷς ἆν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται.

ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ισραήλ, καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν.

καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς ἱσραὴλ διὰ προστάγματος Κυρίου λέγων οὕτως φυλὴ υἱῶν Ἰωσὴφ λέγουσιν.

τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος ταῖς θυγατράσιν Σαλπαὰδ λέγων οὗ ἀρέσκει ἐναντίον αὐτῶν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν