Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐὰν δὲ μὴ άπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται [*](AF) [*](38 ἀπέθανεν εκει] απεθανεκει (sic) F | τεσσαρακοστῷ Bb? c? 40 BabAF 41 εἰς Σελμωνα] ἐν Σελμ. Ba?bA εισελμωνα (sic) F 42 εις Φει νὼ] ἐν Φινω Α ἐν Φινων F 43 Φινω Α Φινων F | εἰς Σωβωθ] εν Ωβωθ AF 44 ἐκ Σωβωθ] ἐξ Ωβωθ AF | πέραν BabAF 46 ἐν] εἰς AF 47 Δαι βλαθαιν Α 48 Ιεριχω BbA 49 Ασιμωθ Α | Βελσαττιμ Α Βελσαττει F | τὸ κάτα] om τὸ AF 50 om λέγων BabAF | πάρα ’τον Ορδανην] επ του Ιορδανου Α | Ιεριχω BbA + λέγων BabAF 51 διαβεννετε Α 52 on τὰ εἴδωλα F 53 om πάντας AF | κατοικησεται F 54 om και κατακλη ρονομησετε τὴν γ. ἀυτῶν ἐν κλήρω B* (hab Babmg inf) | κατακληρονομησετο F | πατρίας F | om ἀυτῶν 1° AF | ἐν κλήρω] κληρωτι AF AF | ἐλαττώσεται Α | ἔαν] ἀν’ BabAF)

333
οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν [*](B) καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ’ ἢν ὑμεῖς κατοικήσετε·

καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων λέγων

Ἔντειλαι τοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανάαν· αὕτη ἔσται ὑμῖν εἰς τὴν κληρονομίαν, γῆ Χανάαν σὺν τοῖς ὁρίοις αὐτῆς.

καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σεῖν ἕως ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·

καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβείν, καὶ παρελεύσεται Ἐννάκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδὴς τοῦ Βαρνή, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀράδ, καὶ παρελεύσεται Ἀσεμῶνα.

καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμῶνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.

καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.

καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὐμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·

καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἑμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν τὰ ὅρια Σαράδακ·

καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρῶνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἁρσεναεἰμ· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.

καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἁρσεναεὶν Σεπφάμαρ·

καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμαρ βῆλά ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ δρία βῆλά ἐπὶ νώτου θαλάσσης Χενάρα ἀπὸ ἀνατολῶν.