Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπῆραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Φεινώ·

καὶ ἀπῆραν ἐκ Φεινὼ καὶ παρενέβαλον εἰς Σωβώθ·

καὶ ἀπῆραν ἐκ Σωβὼθ καὶ παρενέβαλον ἐν Γαί, ἐν τῷ πέρα ἐπὶ τῶν ὁρίων Μωάβ·

καὶ ἀπῆραν ἐκ Γαῖ καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ·

καὶ ἀπῆραν ἐκ Δαιβὼν Γὰδ καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθάιμ·

καὶ ἀπῆραν ἐκ Γελμὼν Δεβλαθάιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Ἀβαρεὶμ ἀπέναντι Ναβαύ·

καὶ ἀπῆραν ἀπὸ ὀρέων Ἀβαρεὶμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωάβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ·

καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀνὰ μέσον Αἱσιμῶθ ἕως Βελσὰ τὸ κατὰ δυσμὰς

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχώ

Λάλησον τοῖς οἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Υμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χανάαν·

καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτά, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.

καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ, ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ.

καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς αὐτῶν· τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ, αὐτοῦ ἔσται. κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε.