Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐὰν δὲ ἀπὸ ἑξηκονταετὼν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ πέντε καὶ δέκα δίδραχμα ἀργυρίου, ἐὰν δὲ θήλεια, δέκα δίδραχμα.

ἐὰν δὲ ταπεινὸς ᾖ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς. καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ὁ ἱερεύς.

᾿Εὰν δὲ ἀπὸ τῶν κτηνῶν τῶν προσφερομένων ἀπ’ αὐτῶν δῶρον τῷ κυρίῳ, ὃς ἂν δῷ ἀπὸ τούτων τῷ κυρίῳ, ἔσται ἅγιον.

οὐκ ἀλλάξει αὐτὸ πονηρῷ οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτήνει, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια.

ἐὰν δὲ πᾶν κτῆνος , ἀφ’ ὧν οὐ προσφέρεται ἀπ’ αὐτῶν δῶρον τῷ κυρίῳ, στήσει τὸ κτῆνος ἔναντι τοῦ ἱερέως·

καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς [*](44 ὑπεριδὸν AF | ὅτι ἐγὼ] ἐγὼ γὰρ F 45 τῆς προτέρας] om τῆς F | εναντιον F 46 om μου 1° F | om μου 2° B a F | Σίνα B b AF XXVII πρὸς αὐτοὺς F | ὃς ἀν’] pr ἄνθρωπος F 3 ἑξηκονταέτους] ἐξηκοστοῦ ἔτους Α 5 εἴκοσι ετων] εἰκοστοῦ ἔτους Α εκοσαετων (sic) F | εσται] ἔστω Α | om τέσσερα B ab AF 6 τρία διδρ.] + ἀργυρίου F 7 η τίμη] + αὐτοῦ F | om διδραχμα 1° F* (hab δίδραγμα F1 mg) | ἔαν ’δε θήλεια] τῆς ’δε θηλιας 8 τιμη] pr τῆ B ab AF | ο ἱερεὺς °] om ο B b | ισχυει] ἰσχύι AF | του ευξαμενου] αὐτοῦ εὖξ’. Α | τιμήσεται 2°] pr οὕτως F 9 δῶ F] δὴ 10 πόνηρον κάλω] πονηρὼ κάλον F | αλλαξης F* αλλαξη F1) | ἅγια] AF 11 προσφέρετε Α | ἐνάντιον Α 12 τιμησεται] τιμήσει Α)

249
ἀνὰ μέσον καλοῦ καὶ ἀνὰ μέσον πονηροῦ· καὶ καθότι ἂν τιμηθήσεται [*](B) ὁ ἱερεύς, οὕτως στήσεται.