Leviticus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς αὐτοῖς ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς αὐτοῦ τῷ κυρίῳ,
ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ·
τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα.
ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ του ἄρσενος εἴκοσι
ἀπὸ δὲ μηνιαιου ἕως πενταέτους ἔσται η τιμη του ἄρσενος πέντε ἀργυρίου, τῆς δὲ θηλείας τρία δίδραχμα.