Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν, καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς, καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμᾶς.

καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου, καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν·

καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν, καὶ θήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν καὶ τὴν γῆν ὑμῶν ὡσεὶ χαλκῆν.

καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν, κα οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς, καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ.

καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι καὶ μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὒ

καὶ ἀποστέλλω ἐφ’ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ κ ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποήσω ὑμᾶς, καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν.