Leviticus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς.
καὶ ἐνπεριπατήσω ἐν ὑμῖν καὶ ἔσομαι ὑμῖν θεός, καὶ ὑμεῖς ἔσεσθέ μου λαός.
ἐγώ εἰμι Κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὄντων ὑμῶν δούλων, καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν καὶ ἤγαγον ὑμᾶς μετὰ παρρησίας.
Ἐὰν δὲ μὴ ὑπακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά [*](53 οὐ κατατενεῖς] om οὐ κα B* vid (hab B a (mg) vid) οὐ κατατενισης Α AF λυτρωται] λυτρώσηται F | μέτα] κάτα F | ετει] ἐνιαυτῶ Α 555 om 1° AF XXVI 1 ἐγὼ κݲςݲ ο θςݲ υμ. c praec coniunx B λιθοσκοπον F 4 του πεδίου F 5 ἄμητος] ἀλοητὸς B a?b F | ὑμῶν 3°] F 6 o ἐκφοβῶν ὑμὰς F | ἐκ] ἄπο F | ὑμῶν 2°] + καὶ πόλεμος ἔται δία τῆς γῆς ὑμῶν B ab AF 7 διωξεσθε] διώξετε F 11 διαθ F 12 ὕμιν 2°] ὑμῶν B ab AF | μου] μοι F 14 μου 1°])
ἀλλὰ ἀπειθήσητε αὐτοῖς, κα τοῖς κρίμασίν μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, ὥστε διασκεδάσαι τὴν διαθήκην μου·
καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν, καὶ ἐπισυστήσω ἐφ’ ὑμᾶς τὴν ἀπορίαν τήν τε ψώραν καὶ τὸν ἴκτερα καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν· καὶ σπερεῖτε διὰ κενῆς τὰ σπέρματα ὑμῶν καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν.