Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται αἷς ὁ δὲ εἶπεν Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐν ὀφθαλμοῖς σου,
δὲ Ἠσαύ Ἔστιν μοι πολλά, ἀδελφέ· ἔστω σοι τὰ σά.
εἶπεν ἑ Ἰακώβ Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν. ἕνεκεν τούτου ἴδον τὸ πρόσωπόν σου ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ, καὶ εὐδοκήσεις με·
λάβε τὰς εὐλογίας μου ἃς ἤνεγκά σοι, ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα. καὶ ἐβιάσατο αὐτόν, καὶ ἔλαβεν.
καὶ εἶπεν Ἀπάραντες πορευθῶμεν ἐπ’ εὐθεῖαν.
εἶπεν δὲ αὐτῷ Ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ’ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη.
προελθάτω ὁ μου ἔμπροσθεν τοῦ παιδός· ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς
εἶπεν δὲ Ἠσαύ Καταω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ’ ἐμοῦ. ὁ δέ εἶπεν Ἵνα τί τοῦτο ; [*](32 — XXXIII 1 Ιακωβ ° ...μετ αὐτοῦ (exc litt ῥοῦ Ιακωβ 2°) sup Aa? | om Ιακωβ 1° D sil Ι om ἕως τῆς ημερας...Ιακωβ 2° E XXXIII E Ι om αὐτὸς E Ι τετρακόσιοι] pr οἱ E 2 θιους] pr δύο E | om ἀυτῶν E 3 προῆλθεν E 6 παίδια] τέκνα E 8 om ἀυτᾶι DvidE Ι απηντησα D Ι ἐν οφθαλμοις] εν]ωπιον D ἐνάντιον E 10 εἶπεν δε] + αυτ[ω] D Ι εἰδοὶ D ε]ιδοι D) 11 om μου D (Dvid) E 12 πορευθῶμεν] πορευσομεθα E | ἐπ’ εὐθεῖαν] εἰς εὖθ’. D 13 ἀποθανοῦνται] + ἐν D] τῆ ὀδῶ D 14 προελθατω] προσελθατω Α * σ ras Aa?) προελθέτω D sil Ι παῖδος] + σου DE Ι ἐλθεῖν με D sil E 15 ἴνα τι τοῦτο ἵκανον. ὅτι E)
ἀπέστρεψεν δὲ Ἠσαὺ ἐν, τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηείρ.
καὶ Ἰακὼβ ἀπαίρει εἰς Σκηνὰς· καὶ ἐποίησεν αὐτῷ ἐκεῖ οἰκίας, καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησεν σκηνάς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Σκηναί.
Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλήμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ὅτε ἦλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας. καὶ παρενέβαλεν κατὰ πρόσωπον τῆς πόλεως.