Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἑμμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν·
καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν θεὸν Ἰσραήλ.
Ἐξῆλθεν δὲ Δείνα ἡ θυγάτηρ Λείας, ἣν ἔτεκεν τῷ Ἰακώβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐνχωρίων.
καὶ ἴδεν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμμὼρ ὁ Xορραῖος, ὁ ἄρχων τῆς γῆς· καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ᾿ αὐτῆς, καὶ ἐταπείνωσεν αὐτήν.
καὶ προσέσχεν τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς Ἰακώβ, καὶ ἠγάγπησεν τὴν παρθένον, καὶ ἐλάλησεν κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.
εἶπεν δὲ Συχὲμ πρὸς Ἐμμὼρ τὸν πατέρα αὐτοῦ λέγων Λάβε μοι τὴν παιδίσκην ταύτην εἰς γυναῖκα.
Ἰακὼβ δὲ ἤκουσεν ὅτι ἐμίανεν ὁ υἱὸς Ἐμμὼρ Δείναν τὴν θυγατέρα αὐτοῦ· οἱ δε υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῶ πεδίῳ· παρεσιώπησεν δὲ Ἰακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς.
ἐξῆλθεν δὲ Ἐμμὼρ ὁ πατὴρ Συχὲμ πρὸς Ἰακὼβ λαλῆσαι αὐτῷ.
οἱ δὲ υἱοὶ Ἰακὼβ ἦλθον ἐκ τοῦ πεδίου· ὡς δὲ ἤκουσαν, κατενύχθησαν οἱ ἄνδρες, καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα, ὅτι ἄσχημον ἐποίησεν Συχὲμ ἐν Ἰσραήλ, κοιμηθεὶς μετὰ τῆς θυγατρὸς Ἰακώβ· καὶ οὐχ οὕτως ἔσται.
καὶ ἐλάλησεν αὐτοῖς Ἐμμὼρ λέγων Συχὲμ ὁ υἱός μου προείλατο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν· δότε οὖν αὐτὴν αὐτῷ γυναῖκα.
ἐπιγαμβρεύσατε ἡμῖν. τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν, καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν.