Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἠσαύ Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ [*](5) Μετὰ Λαβὰν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν·

καὶ ἐγένοντο μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι· καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἠσαύ, ἵνα εὕρῃ ὁ παῖς σου [*](6) χάριν ἐναντίον σου.

καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ λέγοντες Ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἠσαύ, καὶ ἔρχεται εἰς [*](7) συνάντησίν σοι, καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ.

ἐφοβεῖτο Ἰακὼβ σφόδρα, καὶ ἡπορεῖτο· καὶ διεῖλεν τὸν λαὸν τὸν μετ’ αὐτοῦ [*](8) καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς.

καὶ εἶπεν Ἰακώβ Ἐὰν ἔλθῃ Ἠσαὺ εἰς παρ’ ἐμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν, [*](9) ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι.

εἶπεν δὲ Ὁ θεὸς τοῦ πατρός μου Ἀβραὰμ καὶ ὁ θεὸς τοῦ πατρός μου Ἰσαάκ, κύριε ὁ εἴπας μοι Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεως σου, καὶ εὖ [*](10) σε ποιήσω·

ἱκανοῦσαί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἁληθείας ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην [*](11) τὸν Ἰορδάνην τοῦτον, νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς.

ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαύ· ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μή [*](12) ποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις.

σὺ δὲ καλῶς εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς [*](13) θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.

καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα καὶ ἐξα- [*](14) πέστειλεν Ἠσαὺ τῷ ἀδελφῷ αὐτοῦ,

αἶγας διακοσίας, [*](15) εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι,

καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσεράκοντα, ταύρους [*](16) δέκα, ὄνους εἴκοσι, πώλους δέκα.

καὶ ἔδωκεν διὰ χειρὸς αὐτοῦ, ποίμνιον κατὰ μόνας. εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον [*](17) ποίμνης καὶ ποίμνης.

καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων Ἐάν σοι συναντήσῃ Ἠσαὺ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σε λέγων τίνος εἶ ; [*](18) καὶ ποῦ πορεύῃ ; καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου ;