Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ [*](4 οὕτως °] οὐτῶ Α* ς superset Α 1?a) 5 ἐγίνοντο E | παῖδες D sil E] DE βόες Α | χάριν πάις σου Ε 6 καὶ ανεστρεψαν] ἀπέστρεψαν ’δε E | pr ἴδου D sil pr ἴδου αὐτὸς Ε Ι σοι ADE b] σου E* 7 ἐφοβεῖτο] ἐφοβήθη D sil | μετ’] μεθ’ D sil Ι προβατα] + κ αἰ τὰς καμήλους Ε 8 καὶ ειπεν] εἶπεν ’δε E | μίαν παρεμβ. E Ι εγκοψη E 9 κύριε] ο θεὸς DE Ι ἀνάτρεχε E 10 ικανουσαι] ἱκανοῦται DE 11 ἐξέλου με] ἐξέλου ADE | μητέρας DE 12 κάλως εὑ θῦ’ θυ D) σε ποιήσω ΑD] εὑ σοι π. Ε | αναπιθμησεται Ε 14 om πρόβατα διακόσια E | διακόσια] α 2 ras Aa? 15 πώλους] pr καὶ D sil E E 18 om καὶ 1)
καὶ ἐνετείλατο τῷ πρώτῳ [*](19) καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων Τατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε τῷ Ἠσαὺ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτόν,
καὶ ἐρεῖτε Ἴδου ὁ παῖς σου [*](20) Ἰακὼβ παραγίνεται ὀπίσω ἡμῶν. εἶπεν γάρ Ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου.
καὶ προεπορεύοντο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ. [*](21) αὐτὸς ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ.
Ἀναστὰς [*](22) δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ
καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν, καὶ διεπάντα τὰ αὐτοῦ.
ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ [*](24) μετ’ αὐτοῦ ἄνθρωπος ἕως πρωί.
ἴδεν δὲ ὅτι οὐ δύναται [*](25) πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ.
καὶ εἶπεν αὐτῷ Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν [*](26) Ού μή σε ἀποστείλω, ἐὰν μὴ εὐλογήσῃς με.
εἶπεν δὲ αὐτῷ Τί τὸ [*](27) ὄνομά σού ἐστιν; ὁ δὲ εἶπεν Ἰακώβ.
καὶ εἶπεν αὐτῷ Οὐ κληθήσεται [*](28) ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραὴλ τὸ ὄνομά σου ἔσται· ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός.
ἠρώτησεν δὶ Ἰακὼβ καὶ εἶπεν Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. [*](29) καὶ εἶπεν ἵνα τί σὺ ἐρωτᾆς τὸ ὄνομά μου ; καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ·
καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος [*](30) θεοῦ· ἴδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.
ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος ἡνίκα παρῆλθεν τὸ Εἶδος τοῦ [*](31) θεοῦ· αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ.