Genesis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ ἰσχύι μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.
δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξεν τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ θεὸς κακοποιῆσαί με.
ἐὰν οὕτως εἴπῃ Τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ Τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά·
καὶ ἀφείλατο ὁ θεὸς πάντα κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέν μοι αὐτά.
καὶ ἐγένετο ἐνεκίσσων τὰ πρόβατα, καὶ ἴδον ἐν τοῖς ὀφθαλμοῖς ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί.
καὶ εἶπέν ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον Ἰακὼβ Ἰακώβ. ἐγὼ δὲ εἶπα Τί ἐστιν;
καὶ εἶπεν Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους τοὺς κριοὺς ἀναβαίνοντας § ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους [*](§ D) καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι λαβὰν ποιεῖ.
ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ ᾧ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀν’ ἀνάστηθι καὶ ἄπελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεως σου, καὶ μετὰ σοῦ.
καὶ ἀποκριθεῖσα Ῥαχὴλ καὶ Λεία εἶπαν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;
οὐχ ὡς αἱ § ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακεν γὰρ ἡμᾶς, καὶ κατέφαγεν καταβρώσει τὸ ἀργύριον ἡμῶν.
πάντα τὸν πλοῦτον καὶ τὴν ἣν ἀφείλατο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς ἡμῶν· νῦν οὖν ὅσα εἴρηκεν ὁ θεός σοι ποίει.