Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν τοῦ ὕδατος, ἵνα ὡς ἄν ἔλθωσιν τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν καὶ ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐνκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους.

καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά.

τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακώβ, καὶ ἔστησεν ἔναν. τίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτόν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβάν.

ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προ- βάτων ἐν ταῖς ληνοῖς, τοῦ ἐνκισσῆαι αὐτὰ κατὰ τὰς ῥάβδους·

ἡνίκα γὰρ ἔτεκον τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβάν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ.

καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα· καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παι- δίσκοι καὶ κάμηλοι καὶ ὄνοι.

Ἤκουσεν δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λαβὰν λεγόντων Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πε- ποίηκεν πᾶσαν τὴν δόξαν ταύτην.

καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον λαβάν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.

εἶπεν δὲ κύριος πρὸς Ἰακώβ Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.

ἀποστείλας δὲ [*](DE 35 τραγους] γ sup ras Aa | διαλεύκους 1°] λευκοὺς Ε 36 α sup ras Α 1 | ἄνα μ. Ιακωβ καὶ ἄνα μ. ἀυτῶν Ε 37 om χλωρὰν E | ἔπι τοῖς ραβδ. Α ἐν τὰς ραβδ. Ε | λεῦκον] χλωρὸν E 38 om καὶ 2° E | τῶν] αὐτὸν Ε* ω superscr Ε a) Ι εκκισσησωσιν E 39 καὶ ἔτικτον] pr καὶ ἐλθόντων εἰς τὸ πιεῖν ἐκίσσησαν τὰ πρόβατα εἰς τὰς ῥάβδους E | + ποίκιλα Ε | σποδοειδη] δὴ superscr Α 1 om ’δε Ε 41 ἐν γαστρι] ν sup ras Aa Ι ἔθηκεν] + ’δε E 42 γὰρ] δ ἀν’ Ε Ι τὼ Λαβαν E Ι τὼ E 43 om καὶ ° E XXXI 1 om τὰ 2° E | πݲρݲςݲ] Α b Ι ἐκ τῶν sup ras Aa om τῶν Ε Ι πεποιη κεν] ἐποίησεν E 2 ἔιδεν] εἶδ’ sup ras 7 litt Α 1 ἴδεν E | καὶ ιδου] ὅτι E 3 του πατρὸς] οὐ πݲρݲςݲ sup Α 1 | om καὶ ἔσομαι μέτα σου)

57
Ἰακὼβ ἐκάλεσεν Ῥαχὴλ καὶ Λείαν εἰς τὸ πεδίον οὗ τὰ ποίμνια,

καὶ [*](Α) εἶπεν αὐταῖς Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὄτι οὐκ ἔστιν μετ’ ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ·