Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας εἰς τὸν οἶκον τοῦ πατρός σου ἀπελθεῖν· καὶ ἵνα τί ἔκλεψας τοὺς θεούς μου;

ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπεν τῷ Λαβάν Εἶπα γάρ Μή ποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ’ ἐμοῦ καὶ πάντα τὰ ἐμά.

καὶ εἶπεν αὐτῷ Ἰακώβ Πάρ’ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστιν τῶν σῶν παρ’ ἐμοὶ καὶ λάβε. καὶ οὐκ ἐπέγνω παρ’ αὐτῷ οὐθέν· οὐκ ᾔδει δὲ Ἰακὼβ ὅτι Ῥαχὴλ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.

εἰσελθὼν δὲ Λαβὰν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας, καὶ οὐχ εὗρεν· καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου Λείας, ἠρεύνησεν [*](DEF 20 ἔκρυψεν ’δε Ιακωβ] εκλεψεν δε Ιακωβ] D I. ’δε ἔκρυψεν E εκ..φεν ’δε I. F Λ. ’τον Συρον] τὴν καρδιαν Λ. του Σύρου F a? 21 τὰ αυτου πάντα E Ι καὶ διεβη] pr καὶ ἀνέστη D 22 τῆ ἠμ’. τῆ τριτη D sil 23 μεθ’ αὐτοῦ F | λααδ] pr τὼ DF 24 μετα] πρὸς Ε | πόνηρα] σκληρὰ D 26 εἶπεν DEF 28 τὰς θῆ. μου καὶ τὰ παίδια μου Ε 29 ἰσχύι κακοποιησαι] pr του D | χθὲς Ea? | μετα] πρὸς E Ι πονηρα] σκληρὰ εἶπεν E ADEF 30 ἀπελθεῖν εἰς ’τον οἶκον του πατρὸς σου DEF | om καὶ DEF 31 εἶπεν τὼ Λαβᾶ ras Aa | εἶπα γαρ] pr ἐφοβήθην F ?mg τὰ ἐμὰ] + επιγνω[θι τι ἐστιν] τῶν σῶν παρ’ εμ[οι και] λάβε· καὶ οὐκ ἐπέγνω παρ’ ἀυτῶ ουθε[ν] D + ἐπίγνωθι τι ἐστιν τῶν σῶν παρ’ ἐμοὶ καὶ λάβε· καὶ οὐκ ἐπέγνω ἀυτῶ οὐδὲν E 32 κα εἶπεν] εἶπεν ’δε E | om αυτω Ι° DEF | ἐνάντιον] κατεναντίον D ἀντὶ.. D) | των Ι°] τ sup ras 2 litt Aa | om επιγνωθι...ουθεν DE 33 νγσεν Α (bis) F (Ι°) | om εἰς Ι° Ε Ι Λειας Ι°] Ιακωβ D Αἴας οὐχ εὗρεν 2°] εἰς ’τον οἶκον Λει]ας· καὶ εἰς ’τον οἶκον τῶν δύο παιδισκ]ων· οὐχ ε[υρ]εν D ἐξελθὼν ἐκ του οἴκου Λὰς ἐσῆλθεν εἰς ’τον οἶκον Ιακωβ· καὶ οὐχ ουρεν ἐν τὼ οἴκω τῶν δύο παιδ’. E εξηλθεν ἐκ του οἴκου Λειας καὶ οὐχ εὗρεν F)

59
εἰς τὸν οἶκον Ἰακὼβ καὶ ἐν τῶ οἴκῳ τῶν δύο παιδισκῶν, καὶ οὐχ εὗρεν· [*](Α) εἰσῆλθεν δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ.

Ῥαχὴλ δὲ ἔλαβεν τὰ καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς,

καὶ εἶπεν τῷ πατρὶ αὐτῆς Μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι στῆναι ἐνώπιόν σου, τὰ τὰ κατ’ ἐθισμὸν τῶν γυναικίων μού ἐστιν. ἠρεύνησεν δὲ Λαβὰν ἐν ὅλῳ τῷ οἴκῳ, καὶ οὐχ εὗρεν τὰ εἴδωλα. ¶ [*](¶ D)

ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λαβάν· ἀποκριθεὶς δὲ εἶπεν τῶ Λαβάν Τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου,

καὶ ὅτι ἠρεύνησας ¶ πάντα τὰ σκεύη τοῦ [*](¶ F) οἴκου μου ; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου ; θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. §

ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ· [*](§ D) τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον·

θηριάλωτον οὐκ ἀνενήνοχά σοι· ἀπ’ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα ἡμέρας καὶ κλέμματα τῆς νυκτός·

ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύσωνι καὶ παγετῷ νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου.

ταῦτα μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου· ἐδούλευσά σοι δέκα καὶ τέσσερα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἕξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω ¶ τὸν μισθόν μου δέκα ἀμνάσιν.

εἰ μὴ ὁ θεὸς [*](¶ D) τοῦ πατρός μου Ἀβραὰμ καὶ ὁ φόβος Ἰσαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου ἴδεν ὁ θεός, καὶ ἤλεγξέν σε χθές.

ἀποκριθεὶς δὲ Λαβὰν εἶπεν τῷ Αἱ θυγατέρες σου θυγατέρες μου, καὶ οἱ υἱοί σου υἱοί μου, καὶ τὰ κτήνη σου κτήνη μου, καὶ πάντα ὅσα σὺ ὁρᾷς ἐμά ἐστιν· καὶ ταῖς θυγατράσιν μου τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις § αὐτῶν οἷς ἔτεκον ; [*](§ D)