Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

πάντα τὸν πλοῦτον καὶ τὴν ἣν ἀφείλατο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς ἡμῶν· νῦν οὖν ὅσα εἴρηκεν ὁ θεός σοι ποίει.

Ἀναστὰς δὲ Ἰακὼβ ἔλαβεν τὰς γυναῖκας καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους·

καὶ ἀπήγαγεν πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χανάαν.

Λαβὰν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψεν δὲ Ῥαχὴλ τὰ εἴδωλα [*](4 Ραχηλ καὶ λίαν Α λείαν καὶ Ραχηλ Ε | οὐ] + ἢν E 5 τὸ] ο sup ras DEF A 1 | ὑμῶν] ἤμων Ε | μετ’ ἐμοῦ Ι°] πρὸς ἐμὲ Ε 6 δεδουλευκα] 7 παρεκρούσατο] παρελογίσατο Ε 10 τὰ πρόβατα Ι°] + ἐν γάστρι E Ι ἐν τ. οφθ.] τ. οΦθ. ἀυτὰ Ε 13 ἐν τὼ τόπω ] ἐν τόπω θεοῦ οὐ D sil E ἤλειψας E] ηλιψα Α* ς superscr Α 1) ηλιψας D Ι ἄπελθε °] ἔξελθε D sil E 14 ἀποκριθεῖσα AD] αποκριθεισαι Ε | Αἴα καὶ Ραχηλ E | εἶπον E | om ἔτι E 15 αι λελογ. F | ἤμων] ἠμ’ sup ras 3 litt Aa 16 σοι θεὸς DEF 17 γυναικας] pr δύο F + αὐτοῦ ΕF 18 περιεποιήσατο] ἐποίησεν E Ι γῆν] τὴν Ε)

58
[*](Α) πατρὸς αὐτῆς.

ἔκρυψεν δὲ Ἰακὼβ Λαβὰν τὸν Σύρον, τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει·

καὶ ἀπέδρα αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, καὶ διέβη τὸν ποταμόν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.

Ἀνηγγέλη δὲ Λαβὰν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ἰακώβ.

καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ’ ἑαυτοῦ ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτά, καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ.

ἦλθεν δὲ ὁ θεὸς πρὸς Λαβὰν τὸν Σύρον καθ’ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.

καὶ κατέλαβεν Λαβὰν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λαβὰν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.

εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ Τί ἐποίησας; ἵνα τί κρυβῇ ἀπέδρας, καὶ ἐκλοποφόρησάς με, καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλωτίδας μαχαίρᾳ;

καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ’ εὐφροσύνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ κιθάρας.

οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου· νῦν δὲ ἀφρόνως ἔπραξας.

καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ θεὸς τοῦ πατρός σου πρὸς μὲ λέγων Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.