Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ συνέλαβεν Βάλλα ἡ παιδίσκη Ραχήλ καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν.

καὶ εἶπεν Ῥαχήλ Ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν. διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δάν.

καὶ συνέλαβεν ἔτι Βάλλα ἡ παιδίσκη ὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ.

καὶ εἶπεν Ῥαχήλ Συνεὁ θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνάσθην. τὸ ὄνομα αὐτοῦ Νεφθαλεί.

ἴδεν δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβεν Ζέλφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν Ιακὼβ γυναῖκα.

εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ἰακώβ· καὶ συνέλαβεν Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν τῶ Ἰακὼβ υἱόν.

καὶ εἶπεν Λεία Εν τύχῃ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γάδ.

καὶ συνέλαβεν ἔτι Ζέλφα ἡ παιδίσκη λείας καὶ ἔτεκεν ἔτι τῷ Ἰακὼβ υἱὸν

καὶ εἶπεν λεία Μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με πᾶσαι αἱ γυναῖκες· κα ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἀσήρ.

ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ. εἶπεν δὲ Ραχὴλ τῇ Λείᾳ Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.

εἶπεν δὲ Λεία οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου ; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ; εἶπεν δὲ Ῥαχήλ οὐχ οὕτως· κοίμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.